ὅτι δὲ οἱ πλείονες ἡμῶν αὐτὸν ἐχειροτόνησαν ὑπὸ ταῖς τῶν πάντων ὄψεσι καὶ βοαῖς, μάρτυρες πάλιν ἡμεῖς ἀξιοπιστότεροι τῶν ἀπόντων καὶ ψευδομένων οἱ χειροτονήσαντες, ἀλλ᾽ ὅμως Εὐσέβιος τὴν κατάστασιν Ἀθανασίου μέμφεται ἄνθρωπος τάχα μηδὲ κατάστασιν ὅλως ἐσχηκώς, εἰ δέ που καὶ ἔσχεν αὐτὸς ἀκυρώσας αὐτήν. ἐν Βηρυτῷ μὲν ἦν ἀπ᾽ ἀρχῆς, Βηρυτὸν δὲ ἀφεὶς εἰς Νικομήδειαν ἦλθε, τὴν μὲν παρὰ νόμον ἀφείς, εἰς τὴν δὲ παρὰ νόμον ἐπιβαίνων, καὶ τὴν μὲν οἰκείαν ἀστόργως καταλελοιπώς, τὴν δὲ ἀλλοτρίαν ἀλόγως κατέχων, καὶ τῆς μὲν πρώτης τὴν στοργὴν ὑπὸ τῆς ἀλλοτρίας ἐπιθυμίας παριδών, τῇ δὲ δευτέρᾳ μηδὲ ἣν ὑπὸ τῆς ἐπιθυμίας ἔσχε τηρήσας. ἰδοὺ γὰρ κἀκεῖθεν ἀποστὰς ἀλλοτρίαν πάλιν κατέχει πανταχοῦ ταῖς ἀλλοτρίαις ἐποφθαλμιῶν πόλεσι καὶ ἐν πλούτῳ καὶ ἐν μεγέθει πόλεων νομίζων εἶναι τὴν εὐσέβειαν, καὶ τὸν κλῆρον τοῦ θεοῦ, καθ᾽ ὃν ἐτάχθη τις, μηδὲν ἡγούμενος, οὐκ εἰδώς, ὅτι καὶ «ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν ἐπὶ τῷ ὀνόματι τοῦ κυρίου, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν ὁ κύριος», οὐκ ἐνθυμούμενος τὸ παρὰ τοῦ ἀποστόλου λεχθὲν ὅτι «οὐκ ἐν ἀλλοτρίοις καμάτοις καυχήσομαι», οὐ συνορῶν τὸ παρ᾽ αὐτοῦ παράγγελμα «δέδεσαι γυναικί, μὴ ζήτει λύσιν».