Ἰουδαῖοι τοιγαροῦν μέχρι σήμερον τῷ γράμματι μᾶλλον ἢ τῷ πνεύματι προσέχοντες ἐπλανήθησαν. ἄκουε γὰρ αὐτῶν λεγόντων· ‘οὗτος ὁ ἄνθρωπος τὸν νόμον ἦλθε καταλῦσαι καὶ τὰ σάββατα.’ ἀλλ᾽ ἐὰν πτωχὸς λέγῃ κατὰ χρημάτων, οὐ πιστευθήσεται· οὐδ᾽ ἂν ἀκόλαστος περὶ σωφροσύνης, ἀληθὴς αὐτοῦ ἔσται ἡ μαρτυρία. οὐ γὰρ ἐκ διαθέσεως περὶ τούτων διαβεβαιοῦνται· ὁ μὲν γὰρ τὸ μὴ ἔχειν καταποφαίνεται τοῦ πλούτου· ὁ δὲ μὴ ἐνεργήσας τῇ ἐγκρατείᾳ, μηδὲ μετὰ πόνου σωφροσύνην ἀσκήσας, χλευάζει τοὺς ἐπιποθοῦντας. ἀμέλει ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς διελέγχων αὐτῶν τὴν ἄνοιαν ἔλεγεν· «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον οὐδὲ τοὺς προφήτας ἀλλὰ πληρῶσαι.» διὸ καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· «πλήρωμα οὖν νόμου ὁ Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» κατασκεψώμεθα οὖν βαθύτερον περὶ τῶν μαθητῶν, ἀγαπητοί· κατασκεψώμεθα δὲ ἐν τῇ κυρίως καὶ ἄνευ προσθήκης σοφίᾳ καλουμένῃ. αὕτη γὰρ γνῶσιν ἔχει θείων μυστηρίων· αὕτη ἐν τῇ διανοίᾳ ἡμῶν ὡς ἐν οἴκῳ κατοικεῖ, ἐὰν μάλιστα καθαρὸς τυγχάνῃ, περὶ τὰ νοητὰ ἀσχολούμενος. «εἰς» γὰρ «κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας.» «καθαρίσωμεν» οὖν «ἑαυτούς, ἀγαπητοί, ἀπὸ παντὸς μολυσμοῦ,» ψυχῆς καὶ σώματος. ἀκούσωμεν τοῦ προφήτου βοῶντος· «ἁγνίσατε χεῖρας, ἁμαρτωλοί, καθαρίσατε καρδίας, δίψυχοι.»