ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΠΡΟΣ ΜΑΡΚΕΛΛΙΝΟΝ ΕΙΣ ΤΗΝ ΕΡΜΗΝΕΙΑΝ ΤΩΝ ΨΑΛΜΩΝ. Ἄγαμαί σε τῆς ἐν Χριστῷ προαιρέσεως, φίλε Μαρκελλῖνε. Καὶ γὰρ καὶ τὸν παρόντα πειρασμὸν, καίτοι πολλὰ παθὼν ἐν αὐτῷ, καλῶς φέρεις, καὶ τῆς ἀσκήσεως οὐκ ἀμελεῖς. Πυνθανόμενος γὰρ τοῦ κομίσαντος τὴν ἐπιστολὴν, πῶς ἄρα καὶ μετὰ τὴν νόσον διάγεις· ἔμαθον πρὸς μὲν πᾶσαν τὴν θείαν Γραφὴν ἔχειν σε τὴν σχολὴν, πυκνότερον δὲ μάλιστα τῇ βίβλῳ τῶν Ψαλμῶν ἐντυγχάνειν, καὶ φιλονεικεῖν τὸν ἐν ἑκάστῳ ψαλμῷ νοῦν ἐγκείμενον καταλαμβάνειν. Καὶ διὰ τοῦτο τοίνυν ἀποδέχομαί σε, πολὺν ἔχων εἰς αὐτὴν τὴν βίβλον κἀγὼ πόθον, ὥσπερ καὶ εἰς πᾶσαν τὴν Γραφήν. Καὶ γὰρ οὕτως ἔχων, συνέτυχόν τινι φιλοπόνῳ γέροντι, καὶ βούλομαι καί σοι, ἅπερ ἐκεῖνος κατέχων τὸ Ψαλτήριον περὶ αὐτοῦ μοι διηγήσατο, γράψαι· ἔχει γάρ τινα χάριν καὶ πιθανότητα μετ᾽ εὐλόγου τοῦ διηγήματος. Ἔλεγε γὰρ οὕτως· Πᾶσα μὲν, ὦ τέκνον, ἡ καθ᾽ ἡμᾶς Γραφὴ, παλαιά τε καὶ καινὴ, θεόπνευστός ἐστι καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, ὡς γέγραπται· ἔχει δέ τινα πιθανὴν παρατήρησιν τοῖς προσέχουσιν ἡ τῶν Ψαλμῶν βίβλος. Ἑκάστη μὲν γὰρ βίβλος τὸ ἴδιον ἐπάγγελμα διακονεῖ καὶ ἀπαγγέλλει· οἷον ἡ Πεντάτευχος γένεσιν κόσμου καὶ τῶν πατριαρχῶν τὰς πράξεις;