Ἔξεστι γὰρ καὶ οὕτως, καὶ ἐκείνως οὐ κεκώλυται. Ἀλλὰ πανταχοῦ τις ἀγωνιζέσθω· καὶ γὰρ ὁ στέφανος οὐ κατὰ τόπον, ἀλλὰ κατὰ τὴν πρᾶξιν ἀποδίδοται. Οὐκοῦν μὴ ἀνέχου τῶν ἕτερα παρὰ ταῦτα συμβουλευόντων, ἀλλὰ μᾶλλον ἐπείγου, καὶ μὴ μέλλε· μάλιστα ὅτι καὶ ἡ ἁγία ἑορτὴ ἐγγίζει, ἵνα μὴ χωρὶς σοῦ οἱ λαοὶ τὴν ἑορτὴν ποιήσωσι, καὶ μέγαν κίνδυνον ἐπισπάσῃ κατὰ σαυτοῦ. Τίς γὰρ αὐτοῖς εὐαγγελίσεται τὸ Πάσχα μὴ παρόντος σου; Τίς αὐτοῖς τὴν ἡμέραν ἀναγγελεῖ τῆς ἀναστάσεως, κρυπτομένου σου; Τίς αὐτοῖς συμβουλεύσει δεόντως ἑορτάζειν, φεύγοντός σου; Ὢ πόσοι μὲν ὠφεληθήσονται παραγενομένου σου, πόσοι δὲ βλαβήσονται φεύγοντός σου! Καὶ τίς ἐπὶ τούτοις ἀποδέξεταί σε; Καὶ διὰ τί συμβουλεύουσί σοι μὴ ἀντιλαμβάνεσθαί σε τῆς ἐπισκοπῆς, αὐτοὶ θέλοντες ἔχειν πρεσβυτέρους; Εἰ γὰρ φαῦλος τυγχάνεις, μὴ συνέστωσάν σοι· εἰ δὲ ἐπιτήδειον εἶναί σε ἐπιγινώσκουσι, μὴ φθονείτωσαν τοῖς ἄλλοις· εἰ γὰρ τὸ διδάσκειν καὶ προΐστασθαι πρόφασίς ἐστιν ἁμαρτίας κατ᾽ ἐκείνους, μὴ διδασκέσθωσαν αὐτοὶ, μηδὲ πρεσβυτέρους ἐχέτωσαν, ἵνα μὴ χείρους ἑαυτῶν γένωνται αὐτοί τε καὶ οἱ διδάσκοντες αὐτούς.