Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Ἐλογίζοντο δὲ καὶ τὸ ἐν τῷ Ποιμένι γραφέν· Πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστιν ὁ Θεὸς, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Ἀλλ᾽ οἱ ἐπίσκοποι, θεωρήσαντες τὴν πανουργίαν ἐκείνων, καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν, λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ Θεοῦ, καὶ ἔγραψαν, ἐκ τῆς οὐσίας τοῦ Θεοῦ εἶναι τὸν Υἱόν· ἵνα τὰ μὲν κτίσματα, διὰ τὸ μὴ ἀφ᾽ ἑαυτῶν χωρὶς αἰτίου εἶναι, ἀλλὰ ἀρχὴν ἔχειν τοῦ γενέσθαι, λέγηται ἐκ τοῦ Θεοῦ· ὁ δὲ Υἱὸς μόνος ἴδιος τῆς τοῦ Πατρὸς οὐσίας· τοῦτο γὰρ ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ Λόγου πρὸς Πατέρα. Καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη. Πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας ὀλίγους, εἴπερ λέγοιεν, τὸν Υἱὸν οὐ κτίσμα, ἀλλὰ δύναμιν, σοφίαν μόνην τοῦ Πατρὸς, καὶ εἰκόνα ἀΐδιον, ἀπαράλλακτον κατὰ πάντα τοῦ Πατρὸς, καὶ Θεὸν ἀληθινὸν, κατελήφθησαν οἱ περὶ Εὐσέβιον διανεύοντες ἀλλήλοις, ὅτι καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς καὶ εἰκὼν καὶ δόξα Θεοῦ λεγόμεθα, καὶ περὶ ἡμῶν εἴρηται· Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες. Καὶ δυνάμεις πολλαί εἰσι· Καὶ ἐξῆλθε μὲν πᾶσα ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου. Ἡ δὲ κάμπη καὶ ἡ ἀκρὶς λέγεται δύναμις μεγάλη. Καὶ, Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.