οὕτως οὖν διακείμενοι, ἐπειδὴ συνέβη συνελθεῖν ἡμᾶς, ἐγράψαμεν καὶ τῷ ἀγαπητῷ ἡμῶν Δαμάσῳ τῷ ἐπισκόπῳ τῆς μεγάλης Ῥώμης περὶ Αὐξεντίου τοῦ ἐπελθόντος τῇ ἐν Μεδιολάνῳ ἐκκλησίᾳ διηγούμενοι τὰ κατ’ αὐτόν, ὅτι τε οὐ μόνον τῆς ἀρειανῆς αἱρέσεώς ἐστι κοινωνός, ἀλλὰ καὶ ὑπεύθυνός ἐστι πολλοῖς κακοῖς πράξας ταῦτα μετὰ Γρηγορίου τοῦ κοινωνοῦ τῆς ἀσεβείας αὐτοῦ, καὶ θαυμάζοντες, πῶς μέχρι νῦν οὐ καθῃρέθη καὶ ἐκβέβληται τῆς ἐκκλησίας, καὶ χάριν ὡμολογήσαμεν τῇ θεοσεβείᾳ αὐτοῦ τε καὶ τῶν συνελθόντων ἐν τῇ μεγάλῃ Ῥώμῃ, ὅτι καὶ τοὺς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ τοὺς τὰ αὐτὰ αὐτοῖς φρονοῦντας ἐκβάλλοντες ἔσωσαν τὴν ὁμοψυχίαν τῆς καθολικῆς ἐκκλησίας· ἣν καὶ παρ’ ὑμῖν εὐχόμενοι σώζεσθαι παρακαλοῦμεν μὴ ἀνέχεσθαι, καθὰ προείπομεν, τῶν προβαλλομένων ὄχλον συνόδων προφάσει πίστεως, τὴν ἐν Ἀριμήνῳ, τὴν ἐν Σιρμίῳ, τὴν ἐν τῇ Ἰσαυρίᾳ, τὴν ἐν τῇ Θρᾴκῃ, τὰς ἐν Κωνσταντινουπόλει, τὰς ἐν Ἀντιοχείᾳ πολλὰς καὶ ἀτάκτους. ἀλλὰ μόνον κρατείτω παρ’ ὑμῖν ἡ ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσα πίστις, ἐν ᾗ καὶ πάντες καὶ τῶν νῦν μαχομένων πρὸς αὐτὴν παρῆσαν πατέρες, καθὰ προείπομεν, καὶ ὑπέγραψαν, ἵνα καὶ περὶ ἡμῶν ὁ ἀπόστολος εἴπῃ· «ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις οὕτω κατέχετε.» Αὕτη γὰρ ἡ ἐν Νικαίᾳ σύνοδος ἀληθῶς στηλογραφία κατὰ πάσης αἱρέσεώς ἐστιν.