Ἡ δὲ τῶν ἀνθρώπων διάνοια ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἔγκειται· καὶ μὴν ὁ ἀντίδικος ἡμῶν διάβολος, φθονῶν ἐπὶ τοῖς τοσούτοις ἡμῖν ἀγαθοῖς γενομένοις, περιέρχεται ζητῶν ἁρπάσαι τὰ εἰς ἡμᾶς τοῦ Λόγου σπέρματα. Διὰ τοῦτο γοῦν, ὥσπερ ἴδια κειμήλια τὰ μαθήματα σφραγίζων ἐν ἡμῖν διὰ τῆς προῤῥήσεως, ἔλεγεν ὁ Κύριος· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι· καὶ ὁ καιρὸς ἤγγικε, καὶ πολλοὺς πλανήσουσι· μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. Μέγα τι χάρισμα δέδωκεν ἡμῖν ὁ Λόγος, ὥστε μὴ ἐκ τῶν φαινομένων ἀπατᾶσθαι, ἀλλὰ καὶ μᾶλλον, κἂν ταῦτα κεκαλυμμένα τυγχάνῃ, διακρίνειν τῇ τοῦ Πνεύματος χάριτι. Ἐπειδὴ γὰρ ὅλος ἐστὶ μισητὸς ὁ τῆς κακίας εὑρετὴς καὶ μέγας δαίμων ὁ διάβολος, μόνον τε φαινόμενος βάλλεται παρὰ πάντων, ὡς ὄφις, ὡς δράκων, ὡς λέων ζητῶν τινας ἁρπάσαι καὶ καταπιεῖν· διὰ τοῦτο ὃ μὲν ἔστιν αὐτὸς, ὑποκρύπτει καὶ σκέπει, τὸ δὲ παρὰ πάντων ποθούμενον ὄνομα ὑποκρίνεται πανούργως, ἵνα, ἀπατήσας τῇ φαντασίᾳ, λοιπὸν τοὺς πλανηθέντας τοῖς ἰδίοις περιπείρῃ δεσμοῖς.