Ἡ μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς Θαλίας καὶ κουφολογίας ἦθος ἔχουσα καὶ μέλος θηλυκὸν αὕτη· «κατὰ πίστιν ἐκλεκτῶν θεοῦ συνετῶν <τε> θεοῦ, παίδων ἁγίων, ὀρθοτόμων, ἅγιον θεοῦ πνεῦμα λαβόντων, τάδε <πάντ’> ἔμαθον ἔγωγ’ ὑπὸ τῶν σοφίας μετεχόντων, ἀστείων, θε<ι>οδιδάκτων, κατὰ πάντα σοφῶν τε. τούτων κατ’ ἴχνος ἦλθον ἐγὼ βαίνων ὁμοδόξως ὁ περικλυτός, ὁ πολλὰ παθὼν διὰ τὴν θεοῦ δόξαν ὑπό τε θεοῦ μαθὼν σοφίαν καὶ γνῶσιν ἐγὼ ἔγνω». τὰ δὲ ἐν αὐτῇ κροτούμενα παρ’ αὐτοῦ σκώμματα φευκτὰ καὶ μεστὰ δυσσεβείας τοιαῦτά ἐστιν. «οὐκ ἀεὶ ὁ θεὸς πατὴρ ἦν· ἀλλ’ ἦν ὅτε ὁ θεὸς μόνος ἦν, καὶ οὔπω πατὴρ ἦν· ὕστερον δὲ ἐπιγέγονε πατήρ. οὐκ ἀεὶ ἦν ὁ υἱός· πάντων γὰρ γενομένων ἐξ οὐκ ὄντων καὶ πάντων ὄντων κτισμάτων καὶ ποιημάτων γενομένων καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος ἐξ οὐκ ὄντων γέγονε, καὶ ἦν ποτε ὅτε οὐκ ἦν. καὶ οὐκ ἦν πρὶν γένηται, ἀλλ’ ἀρχὴν τοῦ κτίζεσθαι ἔσχε καὶ αὐτός. ἦν γάρ», φησί, «μόνος ὁ θεός, καὶ οὔπω ἦν ὁ λόγος καὶ ἡ σοφία. εἶτα θελήσας ἡμᾶς δημιουργῆσαι, τότε δὴ πεποίηκεν ἕνα τινὰ καὶ ὠνόμασεν αὐτὸν λόγον καὶ υἱὸν καὶ σοφίαν, ἵνα ἡμᾶς δι’ αὐτοῦ δημιουργήσῃ». δύο γοῦν σοφίας φησὶν εἶναι, μίαν μὲν «τὴν ἰδίαν καὶ συνυπάρχουσαν τῷ θεῷ», τὸν δὲ υἱὸν ἐν αὐτῇ τῇ σοφίᾳ γεγενῆσθαι ταύτης τε μετέχοντα ὠνομάσθαι μόνον σοφίαν καὶ λόγον. «ἡ σοφία γάρ», φησί, «τῇ σοφίᾳ ὑπῆρξε σοφοῦ θεοῦ θελήσει».