ἀρχὴν» δὲ «ὁδῶν» λέγει, ἐπειδὴ ἡ τοιαύτη σοφία ἀρχή τις καὶ ὥσπερ στοιχείωσις τῆς ἐπὶ θεὸν γνώσεως γίνεται· ταύτῃ γὰρ πρώτῃ ὥσπερ ἐπιβάς τις ὁδῷ καὶ ταύτην φυλάττων τῷ φόβῳ τοῦ θεοῦ, ὡς εἶπεν ὁ Σολομών, «ἀρχὴ σοφίας φόβος κυρίου», εἶτα ἐπαναβαίνων τῇ διανοίᾳ καὶ νοήσας τὴν ἐν τῇ κτίσει δημιουργὸν σοφίαν νοήσει ἐν αὐτῇ καὶ τὸν αὐτῆς πατέρα, ὡς αὐτὸς ὁ κύριος εἴρηκεν· «ὁ ἐμὲ ἑωρακὸς ἑώρακε τὸν πατέρα», καὶ ὡς ὁ Ἰωάννης γράφει· «ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει». «πρὸ τοῦ αἰῶνος δέ», φησίν, «ἐθεμελίωσέ με», ἐπειδὴ ἐν τῷ αὐτῆς τύπῳ ἑδραῖα καὶ ἀεὶ μένει τὰ ἔργα. εἶτα ἵνα μή τις ἀκούων περὶ τῆς οὕτως ἐν τοῖς ἔργοις κτισθείσης σοφίας νομίσῃ τὴν ἀληθινὴν τοῦ θεοῦ σοφίαν, τὸν υἱόν, εἶναι τῇ φύσει κτίσμα, ἀναγκαίως ἐπήγαγε «πρὸ τοῦ ὄρη» καὶ «πρὸ τοῦ τὴν γῆν» καὶ «πρὸ τῶν ὑδάτων» καὶ «πρὸ τῶν βουνῶν γεννᾷ με», ἵνα ἐν μὲν τῷ λέγειν ‹πρὸ πάσης τῆς κτίσεως›, τὴν γὰρ πᾶσαν κτίσιν ἐν τούτοις ἐδήλωσε, δείξῃ ὅτι μὴ κατ’ οὐσίαν συνεκτίσθη τοῖς ἔργοις. εἰ γὰρ «εἰς τὰ ἔργα» ἐκτίσθη, πρὸ δὲ τῶν ἔργων ἐστί, δῆλον ὅτι καὶ πρὸ τοῦ ἐκτίσθη ἐστίν. οὐκ ἄρα τῇ φύσει καὶ οὐσίᾳ κτίσμα ἐστίν, ἀλλ’, ὡς αὐτὸς ἐπήγαγε, γέννημά ἐστι. τί δὲ διαφέρει ἢ πῶς διέστηκε τὴν φύσιν κτίσμα γεννήματος, δέδεικται ἐν τοῖς ἔμπροσθεν.