Καὶ ταῦτα μὲν ἐκεῖνοι τῆς θείας δικαιοσύνης μεταμανθάνοντες, ἐξ ὧν πάσχουσι τὴν δύναμιν, ὡς τύπῳ περιλαβεῖν, ἀλλήλοις διαλεχθήσονται. Ἐγὼ δὲ τίς γενόμενος τάλας, τίσιν ἐρειδόμενος πράξεσιν ἐλπίσω τῆς φοβερᾶς ἐξαιρεθῆναι κατακρίσεως; Πάσης ἀρετῆς καὶ πάσης γνώσεως ὑπάρχων ἔρημος, δέδοικα μὴ δεθεὶς χεῖρας καὶ πόδας ῥιφῶ εἰς γῆν σκοτεινὴν καὶ γνοφερὰν, εἰς γῆν σκότους αἰωνίου, ἔνθα οὐκ ἔστι φέγγος οὐδὲ ὁρᾷν ζωὴν βροτῶν, ὡς δήσας τοῖς πάθεσιν ἑκουσίως τὰς πρακτικὰς τῆς ψυχῆς ἀρετὰς, καὶ ἀπὸ τοῦ θείου δρόμου τῆς ἀγγελικῆς πολιτείας, κωλύσας ταύτης τὰ διαβήματα. Ἱλάσθητι, Χριστὲ, καὶ σῶσον ἡμᾶς ταύτης τῆς ὀδύνης. Οἷς γὰρ κατὰ τὸν αἰῶνα τοῦτον διὰ τῶν ἐπιτηδευμάτων ἡμῶν τῶν πονηρῶν συνεῖναι κατὰ θέλησιν γνωμικῶς ἐπελεξάμεθα, σὺν τούτοις εἰκότως ἐξ ἀνάγκης εἶναι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα μὴ θέλοντες κατακριθησόμεθα.