Ἔργον
Μέγας Αθανάσιος – Λόγος προτρεπτικός
Παροδικότητα του βίου, ελεημοσύνη και κατακλείδα
Αναφορά στο εφήμερο της ανθρώπινης ζωής, στη σωτηριολογική αλληλεξάρτηση πλουσίων και πενήτων μέσω της ελεημοσύνης, και τελική δοξολογία.
منصة لقراءة النصوص الآبائية والكتابية والبحث فيها واستكشافها
اختر مؤلفًا أو مؤلَّفًا أو سفرًا من الكتاب المقدس، وادرس المصدر اليوناني الأصلي مع الترجمة والملاحظات والإشارات المرجعية.
استخدام القارئ
بحث سريع ابحث مباشرة عن مؤلف أو مؤلَّف أو سفر من الكتاب المقدس.
اختيار مفصّل اختر مصدرًا، ثم مؤلفًا أو مؤلَّفًا أو فصلًا أو مقطعًا كتابيًا.
أدوات الدراسة أثناء القراءة، يمكنك استخدام الترجمات والإشارات المرجعية والملاحظات وإعدادات المظهر الشخصية.
Ἔργον
Παροδικότητα του βίου, ελεημοσύνη και κατακλείδα
Αναφορά στο εφήμερο της ανθρώπινης ζωής, στη σωτηριολογική αλληλεξάρτηση πλουσίων και πενήτων μέσω της ελεημοσύνης, και τελική δοξολογία.
Ἐν ὀγδοήκοντα γὰρ ἔτη πληροῦται ὁ χρόνος τοῦ ἀνθρώπου, εἰ καὶ τρυφῶμεν καὶ πλουτῶμεν πεντήκοντα ἔτη καὶ ἑκατὸν καὶ μετὰ ταῦτα τί πρόκειται; Μακάριοι οἱ σπουδάζοντες ἐπιτυχεῖν τῆς ἀτελευτήτου βασιλείας. Μακάριος ὁ ἄνθρωπος ἐκεῖνος ὁ διὰ τοῦ ἰδίου πλούτου λυτρώσηται τὴν ἑαυτοῦ ψυχὴν ἐκ τῆς κολάσεως, λυτροῦται γὰρ τὸν ἄνδρα ὁ ἴδιος πλοῦτος, καὶ πάλιν· Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσηται αὐτὸν ὁ Κύριος. Ποίαν ἡμέραν πονηρὰν λέγει ὁ προφήτης; ἐδιηγεῖτο μὲν ἡμῖν περὶ τὴν ἡμέραν τῆς κρίσεως, τί γὰρ χειρότερον κολάσεως; ὄντως οὐδέν. Τί γὰρ ἀδυνατεῖ τῷ θεῷ ὄμβρους χρυσοῦ κατενεγκεῖν ἐπὶ τὴν γῆν ἵνα πάντες πλοῦτον ἔχωμεν; παρὰ τῷ θεῷ πάντα δυνατά εἰσι. Ἵνα ὁ πένης ἄφεσις τῶν ἁμαρτιῶν τοῦ πλουσίου γένηται, καὶ ὁ πλούσιος τοῦ πένητος, ὅτι τῷ θεῷ πρέπει τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
المؤلَّف
النص
يفتح المقطع ذا الصلة في نافذة جديدة.