Ἔργον
Μέγας Αθανάσιος – Λόγος τέταρτος κατὰ Ἀρειανῶν
Τελική ομολογία και δοξολογία
Σύνοψη του μυστηρίου του ενός Χριστού και κατακλείδα του λόγου με δοξολογική αναφορά.
منصة لقراءة النصوص الآبائية والكتابية والبحث فيها واستكشافها
اختر مؤلفًا أو مؤلَّفًا أو سفرًا من الكتاب المقدس، وادرس المصدر اليوناني الأصلي مع الترجمة والملاحظات والإشارات المرجعية.
استخدام القارئ
بحث سريع ابحث مباشرة عن مؤلف أو مؤلَّف أو سفر من الكتاب المقدس.
اختيار مفصّل اختر مصدرًا، ثم مؤلفًا أو مؤلَّفًا أو فصلًا أو مقطعًا كتابيًا.
أدوات الدراسة أثناء القراءة، يمكنك استخدام الترجمات والإشارات المرجعية والملاحظات وإعدادات المظهر الشخصية.
Ἔργον
Τελική ομολογία και δοξολογία
Σύνοψη του μυστηρίου του ενός Χριστού και κατακλείδα του λόγου με δοξολογική αναφορά.
Εἶτα οὖν καὶ αὐτὸς ὁ θεὸς λόγος· Χριστὸς οὖν ὁ ἐκ Μαρίας θεὸς ἄνθρωπος, οὐχ ἕτερός τις Χριστός, ἀλλ᾽ εἷς καὶ ὁ αὐτός· οὗτος πρὸ αἰώνων ἐκ πατρός, οὗτος ἐπ᾽ ἐσχάτων ἐκ τῆς παρθένου, ἀόρατος τὸ πρὶν καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσιν ἁγίαις, ὁρατὸς νυνὶ διὰ τὴν πρὸς τὸν ὁρώμενον ἄνθρωπον ἕνωσιν, ὁρώμενος δέ, φημι, οὐ τῇ ἀοράτῳ θεότητι, ἀλλὰ τῇ τῆς θεότητος ἐνεργείᾳ διὰ τοῦ ἀνθρωπείου σώματος καὶ ὅλου ἀνθρώπου, ὃν ἀνεκαίνισε τῇ οἰκειώσει τῇ πρὸς ἑαυτόν. Αὐτῷ τὸ σέβας καὶ ἡ προσκύνησις, ὃς ἦν πρώην καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας· ἀμήν.
المؤلَّف
النص
يفتح المقطع ذا الصلة في نافذة جديدة.