ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Εἰς τοὺς ἁγίους Πατέρας καὶ προφήτας, καὶ εἰς τὴν πάνσεπτον Ἐκκλησίαν, καὶ εἰς τὸν λδʹ ψαλμὸν ὁμιλία. Ἡ ποδηγοῦσα πίστις εἰς τὴν ὁδὸν τῆς θεογνωσίας, καὶ τὴν ἐνάρετον καὶ ἀκατάληπτον πολιτείαν, οὐ νεωτέραν ἔχει τὴν ἀρχὴν, καθώς φασιν ἀνόμιμοι καὶ ἀλιτήριοι Ἰουδαῖοι· ἀλλ᾽ ἄνωθεν ἐκ τῶν ὁσίων καὶ εὐσεβῶν Πατέρων, λέγω δὲ τοῦ Ἄβελ, καὶ τοῦ Ἐνὼχ, καὶ τοῦ Νῶε, καὶ τοῦ Ἀβραὰμ, καὶ τῶν ἄλλων δὲ πάντων δικαίων. Καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ μυροφόρον ἀγγεῖον, τὸν στύλον τῆς ἀληθείας Παῦλον, γράφοντα ταῦτα ἐπὶ λέξεως καὶ λέγοντα· Πίστει Ἄβελ πλείονα θυσίαν παρὰ Κάϊν προσεδέξατο ὁ Θεός· ὅθεν καὶ ζῇ εἰς τὸν αἰῶνα.