Ὁρᾷς, Πρὸ τοῦ με παθεῖν φησίν· ἐπεὶ οὖν ἔδει παθεῖν αὐτὸν κατὰ τὴν ἡμέραν τοῦ Πάσχα τοῦ νομικοῦ καθ᾽ ἣν καὶ ὁ ἀμνὸς παρὰ τῶν Ἰουδαίων ἐθύετο, ἔμελλε δὲ γενέσθαι τὸ πάθος παρὰ τῶν θεοκτόνων Παρασκευῇ ἡμέρᾳ, ὡς αὖθίς φησιν ὁ Ἰωάννης· Ἐπεὶ Παρασκευὴ ἦν, ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνη τοῦ Σαββάτου ἐν ᾗ τηνικαῦτα καὶ ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης, κατὰ τὸν πρῶτον μῆνα, ἐν τῷ πεντακοσιοστῷ τριακοστῷ ἔτει ἐκπεσεῖν ἔτυχεν, ἵνα μὴ παραδοθεὶς οὐ φθάσῃ τὸ οἰκεῖον Πάσχα τοῖς μαθηταῖς παραδοῦναι, ἐν τῷ δείπνῳ ἀναπεσὼν ὀψὲ, καὶ βραδὺ περὶ τὴν νύκτα κατὰ τὴν ὀψίαν, δηλονότι τῆς εʹ, ἔφαγε μὲν, ἀλλὰ τὸ οἰκεῖον Πάσχα πρὸ τῆς ἑορτῆς τῶν Ἀζύμων· καὶ τοῦτο δῆλον ἐκ τοῦ ἀναπεσεῖν αὐτόν· οὐδὲ γὰρ νενομοθετημένον· ἐπειδὴ ἱσταμένους καὶ περιεζωσμένους καὶ ὑποδεδεμένους ἐσθίειν τὸ Πάσχα μετὰ σπουδῆς, καὶ ἐπὶ χεῖρας τὴν βακτηρίαν ἔχοντας τοῖς Ἰουδαίοις ὁ νόμος ἐκέλευε· κατέπαυσε μὲν τοῖς χρόνοις τοῦ οἰκείου κηρύγματος τὸ Πάσχα τὸ νομικὸν, παρέδωκε δὲ τὸ οἰκεῖον διὰ τοῦ δείπνου· διὸ μετὰ τὸ δειπνῆσαι. λαβὼν ἄρτον, καὶ κλάσας, παρέδωκε τοῖς ἀποστόλοις τὸ μυστήριον τῆς Καινῆς Διαθήκης αὐτοῦ καὶ Λειτουργίας· ἐν τῇ νυκτὶ δηλονότι τῆς εʹ, ἐν ᾗ παρεδόθη.