Πῶς δὲ τρεπτὸς καὶ ἀλλοιωτὸς ὁ λέγων δι᾽ ἑαυτοῦ μὲν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», διὰ δὲ τοῦ προφήτου «ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι»; εἰ γὰρ καὶ ἐπ᾽ αὐτόν τις τὸν πατέρα δύναται τὸ ῥητὸν ἀναφέρειν, ἀλλὰ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ λόγου νῦν λεγόμενον, ὅτι καὶ γενόμενος ἄνθρωπος οὐκ ἠλλοίωται, ἀλλ᾽ ὡς εἶπεν ὁ ἀπόστολος· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας». τίς δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δι᾽ ἡμᾶς γέγονε καίτοι τοῦ Παύλου γράφοντος «δι᾽ ὃν τὰ πάντα, καὶ δι᾽ οὗ τὰ πάντα». περὶ γὰρ τοῦ βλασφημεῖν αὐτούς, ὅτι οὐκ οἶδεν τελείως ὁ υἱὸς τὸν πατέρα, οὐ δεῖ θαυμάζειν. ἅπαξ γὰρ προθέμενοι χριστομαχεῖν παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ λέγοντος «καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα». εἰ μὲν οὖν ἐκ μέρους ὁ πατὴρ γινώσκει τὸν υἱόν, δῆλον ὅτι καὶ ὁ υἱὸς μὴ τελείως γινωσκέτω τὸν πατέρα. εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδεν δὲ τελείως ὁ πατὴρ τὸν υἱόν, δῆλον ὅτι καθὼς γινώσκει ὁ πατὴρ τὸν ἑαυτοῦ λόγον, οὕτως καὶ ὁ λόγος γινώσκει τὸν ἑαυτοῦ πατέρα, οὗ καὶ ἔστι λόγος.