Ἔστι δὲ ἕκαστος τῶν προκειμένων ἐπισκόπων, πρὸς οὓς ἡ ἐπιστολὴ ἐγράφη, Εὐσέβιος πόλεως Βιργίλλων τῆς Γαλλίας, Λουκίφερ τῆς Σαρδίας νήσου, Ἀστέριος Πετρῶν τῆς Ἀραβίας, Κυμάτιος Παλτοῦ Κοίλης Συρίας, Ἀνατόλιος Εὐβοίας. οἱ δὲ ἐπιστείλαντες ὅ τε πάπας Ἀθανάσιος καὶ οἱ παρατυχόντες σὺν αὐτῷ ἐν Ἀλεξανδρείᾳ αὐτός τε Εὐσέβιος καὶ Ἀστέριος καὶ οἱ λοιποί· Γάϊος Παρατονίου τῆς ἔγγιστα Λιβύης, Ἀγαθὸς Φραγώνεως καὶ μέρους Ἑλεαρχίας τῆς Αἰγύπτου, Ἀμμώνιος Παχνεμούνεως καὶ τοῦ λοιποῦ μέρους τῆς Ἑλεαρχίας, Ἀγαθοδαίμων Σχεδίας καὶ Μενελαΐτου, Δρακόντιος Ἑρμουπόλεως μικρᾶς, Ἀδέλφιος Ὀνούφεως τῆς Λύχνων, Ἑρμίων Τάνεως, Μάρκος Ζύγρων τῆς ἔγγιστα Λιβύης, Θεόδωρος Ἀθρίβεως, Ἀνδρέας Ἀρσενοΐτου, Παφνούτιος Σάεως, Μάρκος Φίλων, Ζώϊλος Ἄνδρω, Μῆνας Ἀντίφρων.