Ἀπόκρισις Βαρσανουφίου·
Ἀδελφέ, ὅλα πνευματικῶς ἀλληγορεῖται καὶ σὺ σαρκικῶς ταῦτα νοεῖς. Ὁ διακονῶν ὡς τὰ Χερουβὶμ ὀφείλει εἶναι ὅλος ὀφθαλμός, ὅλος νοῦς, τὰ ἄνω νοῶν καὶ φρονῶν, τὸν φόβον, τὸν τρόμον, τὴν δοξολογίαν. Βαστάζει γὰρ τὸ σῶμα καὶ τὸ αἷμα τοῦ ἀθανάτου Βασιλέως. Λαμβάνει δὲ καὶ τὸ πρόσωπον τῶν Σεραφὶμ διὰ τὴν κραυγὴν τῆς δοξολογίας καὶ τὸ ῥιπίζειν ὡς ἐν ταῖς ἁγίαις πτέρυξι τὰ κρυπτὰ μυστήρια, μνημονεύων διὰ τῶν πτερύγων τῆς ἀπὸ γῆς καὶ τῶν ὑλικῶν πραγμάτων κουφότητος, κραυγάζων ἀδιαλείπτως τῷ νοΐ, ἐν τῷ ναῷ τοῦ ἔσω ἀνθρώπου, τὸν ἐπινίκιον ὕμνον τῆς μεγαλοπρεποῦς δόξης τοῦ Θεοῦ ἡμῶν· «Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.» Ἀπὸ δὲ τῆς φρικτῆς καὶ φοβερᾶς φωνῆς τοῦ κηρύγματος τούτου, ἐκπίπτει τρέμων ὁ διάβολος ἀπὸ τῆς αἰχμαλώτου ψυχῆς, φυγαδεύονται δὲ θορυβούμενοι καὶ καταισχυνόμενοι οἱ δαίμονες, ἀφέντες αὐτὴν ἐλευθέραν τῆς δουλείας αὐτῶν. Καὶ βλέπει λοιπὸν ὅτι ἀνέτειλεν αὐτῇ τὸ φῶς τὸ ἀληθινόν, καὶ προσέχουσα βλέπει τὴν εὐπρέπειαν τοῦ ἀθανάτου ἀμνοῦ, καὶ ἐπιποθεῖ ἐμπλησθῆναι τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος. Καὶ τότε ἀκούει τοῦ μεγαλοφώνου Δαβὶδ βοῶντος καὶ λέγοντος· «Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος.»