Ἐρώτησις· Εἰπέ μοι Πάτερ, πῶς ὀφείλω ἀπαντᾶν τοῖς εἰσερχομένοις, εἴτε κοσμικοῖς, εἴτε Πατράσιν, εἴτε ἀδελφοῖς;
Ἀπόκρισις·
Ἐν σοφίᾳ περιπατῶν πάντας δέχου ἀπροσκόπως, κατὰ τὸν Ἀπόστολον· «Ὃς ἤρεσκε καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Διὰ δὲ τὴν ἀγάπην τοῦ Χριστοῦ ὑπομιμνῄσκω τὸν Κύριόν μου ὅτι ὁ καιρὸς ἔκλινεν εἰς τὴν ἀνάπαυσιν τοῦ σώματος καὶ εἰς τὴν πλησμονὴν τῆς κοιλίας, τὰ γεννῶντα πάντα τὰ πάθη. Ἵνα φυλάξῃς ἑαυτὸν ἀπὸ τῶν ἐρχομένων διὰ ταύτην τὴν πρόφασιν, εἴτε κοσμικῶν εἴτε ἀδελφῶν εἴτε Πατέρων. Καὶ ἐὰν γένηται ἔρχεσθαι αὐτούς, μήτε λιπάνῃς μήτε ἀποβάλῃς. Ἐὰν δὲ ᾖ ἄνθρωπος εἰς αὐτὸ τοῦτο σχολάζων, κόψον. Καὶ οὐκ ἀγνοεῖς ἅπαξ τὴν διαγωγὴν τοῦ ἀββᾶ πῶς διῆγε μετὰ τῶν ἐρχομένων. Συμφέρει σοι ἀκοῦσαι σκνιφὸς μὴ ὢν τοιοῦτος ἢ γὰρ ἀκοῦσαι τρυφητής. Λοιπὸν ἐν σεμνότητι δέχου, ποιῶν σχήματα περὶ ἑαυτοῦ, ἵνα εὑρεθῇς παρὰ μικρόν. Εἰ δέ τις βιάσεταί σε, λέγε αὐτῷ ὅτι Ἐντολὴν ἔχω παρὰ τῶν Πατέρων καὶ τοῦ Ἀποστόλου, ὅτι ὁ Ἀπόστολος λέγει· «Μὴ μεθύσκετε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία.» Οἱ Πατέρες λέγουσι· «Παρακαλοῦμεν πάντα ἄνθρωπον θέλοντα δοῦναι μετάνοιαν τῷ Θεῷ, ἵνα φυλάξῃ ἑαυτὸν ἀπὸ πολυοινίας, ἥτις γεννᾷ πάντα τὰ πάθη.» Φύλαξον οὖν σεαυτὸν ἐκ τῶν λεγόντων· Ἐὰν μὴ πίῃς, οὐ πίνω, ἐὰν μὴ φάγῃς, οὐ τρώγω.