Ἀπόκρισις Ἰωάννου·
Ἄδελφε, κἂν ἐγὼ οὔκ εἰμι ἱκανὸς ἀποκρίνασθαί σοι καθὼς δεῖ, ἀλλ’ ἔχεις τὴν νουθεσίαν τῆς Γραφῆς λεγούσης· «Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπανῆκε καὶ αὔριον δώσω, δυναμένου σου εὐποιεῖν, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.» Μέτρα δέ εἰσι, καὶ εἷς ἕκαστος κατὰ τὸ μέτρον ἑαυτοῦ ποιεῖ. Ἔστι γὰρ ἄνθρωπος ὃς δύναται ὀλίγα ἐκ τῶν προσοδίων αὑτοῦ δοῦναι, καὶ ἔστιν ἄλλος δεκατεύων τὰ γενήματα αὑτοῦ, ἄλλος τὸ τέταρτον, ἄλλος τὸ τρίτον, καὶ ἄλλος τὸ ἥμισυ, ἕκαστος κατὰ τὸ ἴδιον μέτρον. Ὁ θέλων δὲ ἐλθεῖν εἰς τὸ τέλειον μέτρον, ἐμὲ τὸν ἐλάχιστον μὴ ἐρωτήσῃ, ἀλλὰ τὸν διδάσκαλον καὶ ἰατρὸν τῶν ψυχῶν, Ἰησοῦν τὸν Κύριον, τὸν λέγοντα ἐκείνῳ τῷ πλουσίῳ· «Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.» Στηρίζει δὲ τὸν λογισμόν σου ἡ παρουσία τοῦ θανάτου, κεκρυμμένη γάρ ἐστιν ἀπὸ παντὸς ἀνθρώπου.