Ἀπόκρισις Βαρσανουφίου·
Χαίροις ἐν Κυρίῳ, δοῦλε τοῦ Θεοῦ καὶ ἱερουργὲ τῶν ἁγίων μυστηρίων. Γινώσκεις ὅτι ὁ ἅγιος Παῦλος ὁ Ἀπόστολος γράφων ἔλεγεν· «Ἀδελφοί, ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω παρὰ τῷ Θεῷ.» Κἀγὼ πιστεύω ὅτι νεύματι Θεοῦ ἐγένου καὶ οὐκ εἶ μισθωτός, ἀλλὰ ποιμήν. Μὴ οὖν θελήσῃς ἀποστῆναι, ἵνα μὴ αὐτὸν παροργίσῃς, αὐτὸς γὰρ εἶπεν· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Μὴ οὖν δειλανδρήσῃς, γέγραπται γὰρ ὅτι μετὰ τὴν τελευτὴν Μωϋσέως, φοβηθέντος Ἰησοῦ τοῦ Ναυῆ τοῦ εἰσενεγκεῖν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, εἶπεν ὁ ἄγγελος πρὸς αὐτόν· «Ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ, ὅτι καθὼς ἤμην μετὰ Μωϋσέως, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.» Καὶ παρ’ ἐμοῦ οὖν τοῦ ταλαιπώρου, ἄκουσον τὸν αὐτὸν λόγον· «Ἀνδρίζου καὶ ἴσχυε ἐν Κυρίῳ.» Ὁ αὐτὸς ἠρώτησε τὸν ἄλλον Γέροντα· Τίνας δεῖ, Πάτερ, χειροτονεῖν κληρικούς, ἢ ποῖον ἔχοντας βίον;