Ἐρώτησις· Ἀγαπητὸν ἔχω καὶ εὑρέθη αἱρετικός.
Νουθετήσω αὐτὸν περὶ τοῦ ὀρθοῦ φρονήματος ἢ οὔ;
Ἀπόκρισις·
Νουθέτησον αὐτὸν τὴν ὀρθὴν ἐπιγνῶναι πίστιν. Μὴ ἀντιβάλῃς δὲ αὐτῷ, μηδὲ θελήσῃς γνῶναι τί φρονεῖ, ἵνα μὴ ἐμβάλῃ εἰς σὲ τὸν ἰὸν αὑτοῦ. Ἀλλ’ ἐὰν θελήσῃ ὅλως ὠφεληθῆναι καὶ ἀκοῦσαι τὴν ἀλήθειαν περὶ τῆς πίστεως τοῦ Θεοῦ, λαβὲ αὐτὸν πρὸς ἁγίους Πατέρας τοὺς δυναμένους ἐν Χριστῷ αὐτὸν ὠφελῆσαι. Καὶ οὕτως εὑρίσκῃ ἀβλαβῶς κατὰ Θεὸν αὐτῷ συνερχόμενος. Ἐὰν δὲ μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν προσδέξηται τὴν διόρθωσιν, τὸν τοιοῦτον κατὰ τὸν Ἀπόστολον παραιτοῦ. Οὐ γὰρ θέλει ὁ Θεὸς ποιεῖν τινα ὑπὲρ δύναμιν αὐτοῦ, καθὼς λέγουσιν οἱ Πατέρες· «Ἐὰν γὰρ ἴδῃς, φησί, τινα πνιγόμενον ἐπὶ τοῦ ποταμοῦ, μὴ δώσῃς αὐτῷ τὴν χεῖρά σου, ἵνα μὴ συνελκύσῃ σε καὶ συναποθάνῃς αὐτῷ, ἀλλὰ δὸς αὐτῷ τὴν ῥάβδον σου, καὶ εἰ μὲν δυνηθῇς ἑλκῦσαι αὐτόν, ἰδοὺ καλῶς, εἰ δὲ μή, ἀφήσεις αὐτῷ τὴν ῥάβδον σου καὶ σὺ σωθήσῃ.» Τίς ποτε τῶν Πατέρων ἔχων ἀγαπητὸν ἐν Χριστῷ καὶ νομιζόμενος εἶναι ὀρθόδοξος, εὑρέθη αἱρετικὸς τῷ φρονήματι, καὶ οἱ ὄντες ἀγαπητοὶ αὐτοῦ ἀπέστησαν ἀπ’ αὐτοῦ. Μετὰ ταῦτα ἀκούσαντες ὅτι φανερῶς βούλεται ἀποστῆναι τῆς Ἐκκλησίας ἐλογίσαντο ἀπελθεῖν καὶ ποιῆσαι αὐτῷ μετάνοιαν, μήποτε κατὰ λύπην τοῦτο ποιῇ καὶ ἐπιγραφῇ αὐτοῖς τὸ κρῖμα. Καὶ ἐλθόντες ἠρώτησαν τὸν Γέροντα περὶ τούτου.