Ὁ αὐτὸς ὀχλούμενος ὑπὸ τῆς ἀκηδίας ᾔτησε τὸν μέγαν Γέροντα πολλὰ αὐτὸν παρακαλέσας ὅπως εὔξηται ὑπὲρ αὐτοῦ.
Ἀπόκρισις Βαρσανουφίου·
Ὅτι οὐδέν εἰμι, οἶδα, καὶ εἰ ἀμελῶ ἐμαυτοῦ, καὶ σοῦ ἀμελῶ.
Εἰ ἔχω κατὰ τὴν Γραφὴν ὅτι «Μέλη ἐσμὲν ἀλλήλων», εἰ δὲ φροντίζω ἐμαυτοῦ κατὰ φόβον Θεοῦ, καὶ σοῦ φροντίζω. Εἰ ἀληθεύει ὁ λέγων· «Ζήτησον τὸν πλησίον σου ὡς ἑαυτόν», καὶ σύ, τὸ αὐτὸ ποίησον. Φησὶ γάρ· «Ἀδελφὸς ἀπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ καὶ τετειχισμένη.» Πρὸ δὲ τοῦ εἰπεῖν μοι τὴν ἀγάπην σου· Εὖξαι ὑπὲρ ἐμοῦ, ἔχω τὸν λέγοντα καὶ ἐντειλάμενον· «Εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε», καὶ σύ, τὸν αὐτὸν ἔχεις. Ἐὰν δὲ θλίβῃ σε ἡ ἀκηδία, μνήσθητι οἵαν στένωσιν ὑπέμεινεν ὁ ἀββᾶς Εὐθύμιος, καὶ ἀπῆλθεν ἐνδόξως πρὸς Κύριον. Καὶ προσδόκησον τὴν ἡμέραν ἐκείνην τῆς ἐξόδου καὶ κουφίζῃ τῆς ἀκηδίας. Συνοδοιπόρος ἡμῶν ἦν καὶ προέλαβε. Ποία χαρὰ ἐδέξατο αὐτόν, ζηλώσωμεν. Οὕτω τρέχωμεν, ἵνα καταλάβωμεν. Ἐπειδὴ γέγραπται· «Ὧι μέτρῳ μέτρεις ἀντιμετρηθήσεταί σοι» καὶ οἱ Πατέρες εἶπον· Ὑπακοὴ ἀντὶ ὑπακοῆς, δὸς χεῖρα τῷ παρὰ σοὶ ἀδελφῷ χειμαζομένῳ, καὶ σὺ εὑρίσκεις τὸν διδόντα σοι χεῖρα ἐν καιρῷ θλίψεως. Καὶ «ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον.» Καὶ γὰρ οὗτοι καρποί εἰσι πνευματικοί.