Ἀπόκρισις Βαρσανουφίου·
Ὁ Κύριος Ἰησοῦς, ὁ Υἱὸς τοῦ εὐλογημένου καὶ ὑψίστου Θεοῦ, ἐνδυναμώσει καὶ ἐνισχύσει ὑμᾶς εἰς ὑποδοχὴν τοῦ ἁγίου Πνεύματος αὐτοῦ, ἵνα ἔλθῃ καὶ τῇ ἀγαθῇ αὐτοῦ παρουσίᾳ διδάξῃ ὑμᾶς περὶ πάντων, καὶ φωτίσῃ ὑμῶν τὰς καρδίας καὶ ὁδηγήσῃ ὑμᾶς ἐν ἀληθείᾳ ὅλῃ, ἵνα ἴδω ὑμᾶς ὡς ὁ φοῖνιξ θάλλοντας ἐν τῷ παραδείσῳ τοῦ Πατρός μου καὶ Θεοῦ, καὶ εὑρεθῆτε ὡς «ἐλαία κατάκαρπος» ἐν μέσῳ τῶν ἁγίων, καὶ ὡς «ἄμπελος καρποφόρος ἐν τῷ θείῳ χωρίῳ ὅλη ἀληθινή.» Καταξιώσει δὲ ὑμᾶς ὁ Κύριος πιεῖν «ἐκ τῆς πηγῆς τῆς σοφίας.» Ἤδη γὰρ ὅσοι ἔπιον ἐξ αὐτῆς ἐπελάθοντο ἑαυτῶν, ὅλοι ἔξωθεν γενόμενοι τοῦ παλαιοῦ ἀνθρώπου. Καὶ ἀπὸ τῆς πηγῆς τῆς σοφίας, ὡδηγήθησαν εἰς ἄλλην πηγήν, τῆς ἀγάπης τῆς οὐδέποτε πιπτούσης. Καὶ ἐν ταύτῃ γενόμενοι τῇ τάξει, κατέλαβον τὸ ἀρέμβαστον καὶ ἀμετεώριστον μέτρον, ὅλοι νοῦς γενόμενοι, ὅλοι ὀφθαλμός, ὅλοι ζῶντες, ὅλοι φῶς, ὅλοι τέλειοι, ὅλοι θεοί. Ἐπόνεσαν, ἐμεγαλύνθησαν, ἐδοξάσθησαν, ἐλαμπρύνθησαν, ἐτελειώθησαν, ἔζησαν, ἐπειδὴ πρῶτον ἀπέθανον.