οὐκ ἔνι τινὰ τὴν τῶν ἐπουρανίων βασιλείαν ἰδεῖν τοῦ βαπτίσματος μὴ καταξιωθέντα, οὐδὲ ἔστι τέλειον εὑρεθῆναι, κἂν πολιτεύηται κατὰ τοὺς ἀγγέλους, μὴ τῆς δωρεᾶς ταύτης τὸν στέφανον λαβόντα. αὐτὸς ἀπεφήνατο ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς λέγων ἡμῖν· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς βασιλείαν τῶν οὐρανῶν. κἂν ἀγγελικῶς τὸν βίον κατορθώσῃ καὶ κατὰ τοὺς ἀποστόλους ἑαυτὸν ἀφιερώσῃ τῷ θεῷ, καταφρονήσῃ δὲ τῆς χάριτος τοῦ βαπτίσματος, οὐ δύναται τέλειος εὑρεθῆναι. οὕτως ἔλεγεν τῷ μακαρίῳ Κορνηλίῳ· Κορνήλιε, αἱ προσευχαί σου καὶ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ. ἀλλ᾽ ἐπὶ τούτοις ὁ τέλειος στέφανος, ἡ διὰ τῶν ὑδάτων πιστὴ δωρεά. διὸ μετεπέμψατο τὸν πρωτοστάτην τῶν ἀποστόλων, Πέτρον, καὶ τὸ λεῖπον ἀνεπλήρωσεν· ἦλθεν, ἐνουθέτησεν, ἐβάπτισεν, ἐστεφάνωσεν. ἵστασο λοιπὸν τῇ πίστει ἑδραῖος, μένε τεθεμελιωμένος ἐπὶ τῇ τῶν ὑδάτων χάριτι. μὴ βλέπῃς ὕδατα καὶ πάλιν ἀμφιβάλλῃς· ἰδὲ πῶς δι᾽ ὑδάτων σοι ὁ θεὸς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν χαρίζεται. μὴ βλέπῃς ὕδατα, καὶ τὸ τῆς δωρεᾶς εὔκολον εἰς καταφρόνησιν λαμβάνῃς. ὅταν ἴδῃς ὕδατα, δράμε μετὰ πίστεως· ταῦτα γάρ σοι τὰ ὕδατα τὴν γέενναν σβέννυσιν, ταῦτά σε δροσίζουσιν εἰς τὸν πύρινον ποταμόν, ταῦτα μόνα δυσωπεῖται τὸ φρόνημα τῆς γεέννης.