Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἐπειδὴ κατὰ γενεὰν πονηρὰν ἡ προφητεία ἐγένετο, οὐκ ἔχων ἐν τοῖς ἀνθρώποις τοὺς ἀκούοντας, οὐρανῷ καὶ γῇ διαλέγεται. Ἐπὶ γὰρ τούτων τῶν μαρτύρων ὁ νόμος ἐδόθη, Μωϋσέως εἰπόντος· Διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν· Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Ἔπρεπεν οὖν τοὺς ὅτε ἐδίδοτο ὁ νόμος παραληφθέντας μάρτυρας, τοὺς αὐτοὺς κληθῆναι ἐπὶ τῷ ἐλέγχῳ τῆς παραβάσεως τοῦ νόμου. Ἐκκλησιάσατε γὰρ (φησὶ) πρός με τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς πρεσβυτέρους ὑμῶν καὶ τοὺς κριτὰς καὶ τοὺς γραμματοεισαγωγεῖς, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν, καὶ διαμαρτύρομαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν. —Παρατετήρηται δὲ ὅτι ἐναντίως ἔχει ὡς πρὸς τὴν ᾠδὴν ὁ λόγος, ἐνθάδε. Ἐκεῖ μὲν γάρ· Πρόσεχε, οὐρανὲ (ἢ κατὰ τὰς ἄλλας ἐκδόσεις) Ἐνωτίζου, οὐρανέ· καὶ ἀκουέτω γῆ. Ἐνταῦθα δέ· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ὅτι ὅταν μὲν τὰ ὑψηλὰ φρονῇ ὁ λαὸς, καὶ Θεοῦ μὴ ἀποστῇ, ὡς ἐκ τοῦ συνεγγὺς ὄντα τὸν οὐρανὸν προσκαλεῖται, καὶ ἐντίθεσθαι εἰς τὰ ὦτα τοὺς λόγους παρακαλεῖ· τοῦτο γάρ ἐστι τὸ Ἐνωτίζου. Ὅταν δὲ μακρυνθῇ τῶν οὐρανίων, ὡς μακρὰν ὄντι αὐτῷ διαλέγεται· Ἄκουε, οὐρανέ.