Ὡς πρόβατα ἐν ᾅδῃ ἔθετο, θάνατος ποιμανεῖ αὐτούς. Τοὺς δὲ κτηνώδεις καὶ παρασυμβληθέντας τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ὡς πρόβατα οὔτε σύνεσιν ἔχοντα, οὔτε τὴν πρὸς τὸ ἀμύνασθαι δύναμιν, ὁ διαρπάζων εἰς τὴν αἰχμαλωσίαν, ἐχθρὸς ὢν, ἤδη κατέβαλεν εἰς τὸ ἴδιον αὐτοῦ ὀχύρωμα, καὶ παρέδωκε τῷ θανάτῳ ποιμαίνειν. Ἐποίμαινε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς κατὰ Μωϋσέα πολιτείας, ἕως οὗ ἦλθεν ὁ ἀληθινὸς ποιμὴν, ὁ θεὶς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ οὕτως ἑαυτῷ συναναστήσας καὶ ἐξαγαγὼν ἐκ τῆς φυλακῆς τοῦ ᾅδου εἰς τὴν τῆς ἀναστάσεως πρωΐαν, παρέδωκε τοῖς εὐθέσι, τουτέστι, τοῖς ἁγίοις αὐτοῦ ἀγγέλοις, εἰς τὸ ποιμαίνειν αὐτούς. Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Ἑκάστῳ γὰρ τῶν πιστῶν ἐστιν ἄγγελος παρεζευγμένος, ἄξιος τοῦ βλέπειν τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Οὗτοι οὖν οἱ εὐθεῖς κατακυριεύσουσιν αὐτῶν ἐκ τῆς πικροτάτης δουλείας ἐλευθερωθέντων, καὶ κατακυριεύσουσι τῶν γενομένων ἐν τῇ πρωΐᾳ, τουτέστι, τῶν ὑπελθόντων τὴν ἀνατολὴν τοῦ φωτός. Θέασαι πάντα τὸν εἱρμὸν τῶν γραφικῶν ῥημάτων. Ἄνθρωπος, ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις. Ὁ διὰ μὲν τὴν κατασκευὴν ἔχων τὸ τίμιον, διὰ δὲ τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ἁμαρτίαν οὐκ αἰσθανόμενος ἑαυτοῦ, οὗτος παρασυνεβλήθη τοῖς κτήνεσιν.