Ἀλλὰ μὴν οὔτε δεχόμεθα τῶν ὁρατῶν τὰς εἰκόνας (πῶς γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ τῷ μικρῷ πόρῳ τῆς κόρης ἐμφαίνεται;), οὔτε μὴν ἀφίεμέν τι παρ᾽ ἑαυτῶν· (πῶς γὰρ πάλιν τὸ ἐκπεμπόμενον ἐξαρκεῖ τῷ οὐρανῷ ἐφαπλοῦσθαι;) Εἰ δὲ μήτε δεχόμεθα τῶν ὁρατῶν τὰς εἰκόνας, μήτε τινὰ δύναμιν ἐξ ἑαυτῶν ἀποπέμπομεν, οὐκ ἄρα ὁρῶμεν. Τί οὖν; ἐλέγξω ὑμῶν τοὺς συλλογισμοὺς, ἢ ἐπεύξομαι ὑμῖν ἀληθῆ εἶναι τὰ συμπεράσματα; Τί διαφέρει τῶν τοιούτων λόγων καὶ ἡ περὶ τοῦ Πνεύματος ὑμῶν τεχνολογία, ἣν γυναικαρίοις ἀθλίοις, ἢ τοῖς γείτοσι τῶν γυναικῶν εὐνούχοις ἐνεπιδείκνυσθε; Μὴ δὴ ἐπηρεαστικῶς ἄκουε. Εἰ ἐκ τοῦ Θεοῦ τὸ Πνεῦμα, πῶς ὑπὸ τὴν κτίσιν ἄγεις; Οὐ γὰρ δὴ ἐκεῖνο ἐρεῖς, ὅτι καὶ τὰ πάντα ἐκ τοῦ Θεοῦ. Ὥσπερ γὰρ ὁ Χριστὸς Θεοῦ λέγεται, οὐχὶ δὲ κτίσμα ὡς καὶ ἡμεῖς (Ἡμεῖς γὰρ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ), ἀλλ᾽ ἄλλως μὲν ἡμεῖς Χριστοῦ λεγόμεθα, ὡς δοῦλοι Δεσπότου· ἄλλως δὲ Χριστὸς Θεοῦ λέγεται, ὡς Υἱὸς τοῦ Πατρός· οὕτω καὶ τὸ Πνεῦμα, οὐκ ἐπειδὴ τὰ πάντα ἐκ τοῦ Θεοῦ, καὶ αὐτὸ ὡς τὰ πάντα. Οὐ γὰρ ἐπειδὴ καὶ τὰ λειτουργικὰ πνεύματα, ἤδη καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὅμοιον αὐτοῖς διὰ τὴν προσηγορίαν. Ἓν γάρ ἐστι τὸ ἀληθινῶς Πνεῦμα. Ὡς γὰρ πολλοὶ μὲν υἱοὶ, εἷς δὲ ὁ ἀληθινὸς Υἱός· οὕτω κἂν πάντα λέγηται ἐκ τοῦ Θεοῦ, ἀλλὰ κυρίως ὁ Υἱὸς ἐκ τοῦ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ.