Εἰ δέ τις εὑρεθῇ πλείονι σχέσει ἀγαπητικῶς ἔχων πρὸς μοναχὸν ἀδελφὸν, ἢ συγγενῆ, ἢ πρὸς ἄλλον τινὰ δι᾽ οἱανδήποτε πρόφασιν, ὡς τὸ κοινὸν ἀδικῶν, σωφρονιζέσθω. Ὁ γὰρ πλεονασμὸς τῆς διαθέσεως ἐπὶ τοῦ ἑνὸς προσώπου κατηγορίαν ἔχει τῆς ἐπὶ τῶν ἄλλων ἐλλείψεως πολλήν. Τὰ δὲ ἐπιτίμια τοῦ ἐπὶ πλημμελείᾳ τινὶ καταγνωσθέντος πρὸς τὸ μέτρον τοῦ ἁμαρτήματος ἔστω· καὶ τὸ κωλυθῆναι συστῆναι εἰς ψαλμῳδίαν, καὶ τὸ μὴ παραδεχθῆναι εἰς εὐχῆς κοινωνίαν, καὶ τὸ ἀπόβλητον γενέσθαι εἰς τὴν τῆς τροφῆς μετουσίαν· ἐν ᾧ καὶ πρὸς τὴν ποσότητα τοῦ σφάλματος ὁρίσει τὸ ἐπιτίμιον τῷ ἐξαμαρτάνοντι ὁ ἐπιστατεῖν ταχθεὶς τῇ κοινῇ εὐταξίᾳ. Ἡ δὲ ὑπηρεσία γινέσθω τῇ κοινῇ συνοδίᾳ ἐκ περιόδου, δύο κατ᾽ ἀκολουθίαν ἐν ἑβδομάδι μιᾷ πᾶσαν τὴν ὑπὸ τῆς χρείας ἐπιζητουμένην σπουδὴν ἐκτελούντων, ἵνα καὶ ὁ μισθὸς τῆς ταπεινοφροσύνης κοινὸς ᾖ, καὶ μὴ ἐξῇ τινι μηδὲ ἐν τῷ καλῷ πλεονεκτεῖν τὴν συνοδίαν, καὶ ἡ ἀνάπαυσις ἐν τῷ ἴσῳ πᾶσιν ὑπάρχῃ. Τὸ γὰρ ἐν μέρει κοποῦσθαι, καὶ ἐν μέρει διαναπαύεσθαι, ἀνεπαίσθητον τοῖς κάμνουσι τὸν κόπον ποιεῖ. Ἐξουσίαν ἔχει ὁ προεστὼς τοῦ τάγματος, καὶ ἐπὶ ἀναγκαίας προόδους τοὺς κατὰ γνώμην προσάγειν, καὶ προστάσσειν οἷς ἂν συμφέρῃ τὸ οἰκουρεῖν, καὶ ἐντὸς τοῦ οἴκου μένειν.