Καί μοι θαυμάσαι λίαν ἔπεισιν ἐκπληττομένῳ τὴν ἀναισθησίαν τῶν μυωπαζόντων, πῶς αἱ θήλειαι ἑκουσίᾳ γνώμῃ ἑαυτὰς εἰς δουλείαν ἐκδεδώκασι, τιμῆς ὑπὸ τοῦ τετιμηκότος ἀγορασθεῖσαι. Πολλάκις γάρ τις κόρη τοῖς ἰδίοις γονεῦσι μὴ ἐξυπηρετησαμένη, καὶ ἀμοιβὰς δικαίων πόνων μὴ ἀποδεδωκυῖα τοῖς ἑαυτῆς γεννήτορσιν, αὕτη σπουδαία εἰς τὸν ἀγαπητὸν εὑρέθη, καὶ πάντα τρόπον ἀγωνίζεται αὐτῷ ἀρέσαι, καὶ οὐχὶ Θεῷ εὐσεβῶς δουλεῦσαι, νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν ταλαιπωροῦσα, καὶ στολὰς ἐξαλάσσουσα αὐτῷ καὶ κατασκευάζουσα· καὶ πολλὰ ἄλλα πράγματά ἐστιν, ἃ οὐκ ἀγνοοῦμεν, ἀλλὰ νῦν λέγειν οὐ βουλόμεθα· οὐ γὰρ θέμις τὰ κρυφῆ γινόμενα ὑπ᾽ αὐτῶν εἰς μέσον ἄγειν, ἃ καὶ τῷ λέγειν αἰσχρὰ τυγχάνει. Ὁ δὲ λοιπὸν, ὥσπερ τις ἰχθὺς ἀμφιβλήστρῳ κακῷ περιβληθεὶς, διὰ τῶν ἱματίων καὶ τῆς θανατηφόρου ὑπηρεσίας τῆς κατὰ ἀνθρωπαρέσκειαν γινομένης, καὶ οὐ κατὰ θεοσέβειαν, δεδούλωται τῷ γυναίῳ, μεθύων τὸ φρόνημα, καὶ κραδαινόμενος ὅλως ἐκλύεται ὑπὸ τῶν γυναικείων ῥημάτων, καὶ οὔτε προσευχῆς καιρὸν λοιπὸν ἐπιγινώσκει, οὔτε ἐὰν κύψῃ τοῦ προσεύξασθαι, οἶδε τί ποιεῖ, ἐνοπτριζόμενος χαρακτῆρα ἑταιρικῆς διαθέσεως. Τὰ ὅμοια δὲ καὶ τὸ γύναιον συμπάσχει τῷ πάσχοντι.