Εἰ ὁ Τριάδα ὁμολογῶν τρεῖς ὀνομάζει θεοὺς, ἀθετεῖ τὸ βάπτισμα, καὶ πολεμεῖ τῇ πίστει. Τί, τὸ ἐμὸν πρόσωπον ὑποθέμενος, πολεμεῖς τῷ Κυρίῳ; Τίς κατέλειπε βαπτίζειν εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; ἐγὼ, ἢ Δεσπότης; Τίνος τὰ ῥήματα; κήρυκος, ἢ τοῦ ἀποστείλαντος; Τί, τὸ ἐμὸν πρόσωπον εὐεπίβατον ταῖς συκοφαντίαις εὑρὼν, δι᾽ ἐμοῦ πολεμεῖς τῇ ἀληθείᾳ; δι᾽ ἐμοῦ κατασείεις τὸ ὀχύρωμα τῆς πίστεως; Ἐγὼ μέν σοι εὐάλωτος· ἡ δὲ πίστις ἄσειστος. «Εἷς Κύριος,» μάνθανε τοῦ Παύλου λέγοντος, μὴ δύο, ἢ τρεῖς. Κἂν ὀνομάσω Κύριον τὸν Υἱὸν, οὐκ εἰς δύο κυρίους, οὐκ εἰς πολλοὺς θεοὺς διεῖλον τὴν κυριότητα. Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱός· «Μία πίστις,» ἐπειδὴ εἷς Κύριος. Ἓν ἑνὶ ἀκολουθεῖ· ἑνὶ Κυρίῳ μία πίστις, μιᾷ πίστει «ἓν βάπτισμα.» Οὕτως ἓν ἐξ ἑνὸς δι᾽ ἑνὸς βεβαιοῦται. Εἰ δὲ οὐκ ἀθετῶ τὸ Πνεῦμα, οὐδὲ ἐν τῇ δουλικῇ αὐτὸ τίθημι τάξει, διὰ τοῦτο τὴν συκοφαντίαν ἐκείνην ἐκδέχομαι.