καὶ τὸ μὲν σῶμα αὐτοῦ ἐστι τριμερές, ἐκ θηλείας ἔχον τὴν γένεσιν· ἔχει γὰρ ἐπιθυμίαν, ὀργήν, λύπην καὶ τὰ τούτοις ἑπόμενα—τὸ δὲ πνεῦμα (καὶ αὐτὸ οὐ τριτογενὲς ὄν, ἀλλὰ τριμερές) ἐκ τοῦ ἄρρενος ἔχει τὴν γένεσιν καὶ δεκτικόν ἐστι λογισμοῦ, γνώσεως, φόβου καὶ τῶν τούτοις ἑπομένων. ἑκατέρα δὲ τῶν τριάδων μίαν ἔχει τὴν ῥίζαν, ὡς εἶναι τὸν ἄνθρωπον ἐκ φυραμάτων δύο, θηλείας τε καὶ ἄρρενος. διὸ δὴ καὶ δύο αὐτῷ ὁδοὶ προετέθησαν, νόμου τε καὶ ἀνομίας—δύο τε βασιλεῖαι ὡρίσθησαν, ⌞〈ἡ μὲν τῶν〉⌟ οὐρανῶν λεγομένη, ἡ δὲ τῶν ἐπὶ γῆς νῦν βασιλευόντων. ἀλλὰ καὶ δύο βασιλεῖς ἐτάχθησαν, ὧν ὁ μὲν τοῦ παρόντος καὶ προσκαίρου κόσμου νόμῳ βασιλεύειν χειροτονεῖται, ὃς καὶ ἐπ᾽ ὀλέθρῳ πονηρῶν χαίρειν ἐκράθη—ὁ δὲ ἕτερος, καὶ αὐτὸς βασιλεὺς ὑπάρχων (τοῦ ἐσομένου αἰῶνος), στέργει πᾶσαν ἀνθρώπων φύσιν, ἐν τοῖς παροῦσι τὴν παρρησίαν ἔχειν οὐ δυνάμενος !!!!! ὥς, τίς ποτ᾽ ἔστι λανθάνειν πειρώμενος τὰ συμφέροντα συμβουλεύει. τῶν δὲ δύο τούτων ⌞〈ὁ ἕτερος〉⌟ τὸν ἕτερον ἐκβιάζεται, θεοῦ κελεύσαντος! ἕκαστος δὲ τῶν ἀνθρώπων ἐξουσίαν ἔχει !!!!!!!!!!!