ἐνδέχεται γὰρ συνηθείᾳ τῇ πρὸς τὸν μοιχὸν ἢ τὸν ἄνδρα ἀπολιπεῖν, ἢ καὶ συνοικοῦσαν ἐπιβουλεῦσαι, ἢ τὰ τοῦ ἀνδρὸς κόπῳ πεπορισμένα τῷ μοιχῷ παρασχεῖν, καὶ ἀποδραμοῦσαν ἐκ τοῦ ἀνδρὸς συλλαβοῦσαν ἐκ τοῦ μοιχοῦ καὶ διὰ τὸ αἰδεῖσθαι τὸν ἔλεγχον τὸ κατὰ γαστρὸς φθείραι θέλειν καὶ γενέσθαι τεκνοκτόνον, ἢ καὶ φθείρουσαν συνφθαρῆναι. εἰ δὲ συνόντος τοῦ ἀνδρὸς ἐκ μοιχοῦ συλλαβοῦσα τέκοι, ἀνατραφεὶς ὁ παῖς τὸν μὲν πατέρα ἀγνοεῖ, τὸν δὲ οὐκ ὄντα νομίζει, καὶ οὕτως ὁ μὴ πατὴρ τελευτῶν ἀλλοτρίῳ παιδὶ τὸν ἑαυτοῦ κατέλιπεν βίον. πόσα δὲ καὶ ἄλλα κακὰ ἐκ τῆς μοιχείας φυσικῶς ἀνακύπτειν φιλεῖ; καὶ οὐκ ἴσμεν τὰ κρύφια τῶν κακῶν. ὥσπερ γὰρ ὁ λυσσῶν κύων τούτους ἀναιρεῖ, ὧνπερ ἂν ψαύσῃ τῆς ἀφανεστάτης λύσσης μεταδιδοὺς, οὕτως καὶ τῆς μοιχείας τὸ κρύφιον κακόν. ἐκεῖνο δὲ πάντες ἴσμεν, ὡς ἐπίπαν ἐπὶ τοῦτο τοὺς ἄνδρας ἀνεπισχέτως δυσχεραίνοντας, πολέμους τε ἐπὶ τούτων ἐγηγερμένους, καὶ οἴκων γενομένας ἀνατροπὰς, καὶ πόλεων ἁλώσεις, καὶ ἄλλα μύρια.
διὰ τοῦτο ἐγὼ τῷ μόνῳ ἀγαθῷ θεῷ προσέφυγον ἀποδεδωκὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται, καὶ ἡ ψυχὴ πάντως τὸ κατ᾽ ἀξίαν ὧν ἔπραξεν ὅπου δήποτε ἀπολαμβάνει.