Τῆς γὰρ πρώτης ἀποβληθείσης ἐν τῇ δευτέρᾳ καθολικῇ ἐκκλησίᾳ, καθὼς Παῦλός φησιν, ὁ θεὸς ἔθετο πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν, καὶ πάσης ἀρετῆς ἅπαν εἶδος, σοφίαν λέγω καὶ σύνεσιν, σωφροσύνην τε καὶ δικαιοσύνην, ἐλεημοσύνην τε καὶ φιλανθρωπίαν, καὶ ὑπομονὴν τὴν ἐν διωγμοῖς ἀκαταγώνιστον. ἥτις διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, πρότερον μὲν ἐν διωγμοῖς καὶ θλίψεσι τοὺς ἁγίους μάρτυρας τοῖς τῆς ὑπομονῆς ποικίλοις καὶ πολυανθέσιν ἔστεψε στεφάνοις, νυνὶ δὲ ἐν καιροῖς εἰρήνης θεοῦ χάριτι τὰ τῆς ὀφειλομένης ἔχει τιμῆς ὑπὸ βασιλέων καὶ τῶν ἐν ὑπεροχαῖς ὄντων καὶ παντὸς ἀνθρώπων εἴδους τε καὶ γένους, βασιλέων μὲν τῶν κατὰ τόπον ἐθνῶν τῆς ἐξουσίας ὅρους ἐχόντων, μόνης δὲ τῆς ἁγίας καθολικῆς ἐκκλησίας κατὰ τὴν οἰκουμένην πᾶσαν ἀπεριόριστον ἐχούσης τὴν δύναμιν. ἔθηκε γὰρ ὁ θεὸς κατὰ τὸ γεγραμμένον τὸ ὅριον αὐτῆς εἰρήνην. περὶ ἧς εἰ πάντα λέγειν ἐβουλόμην, χρεία ἂν εἴη μοι πλειόνων ὡρῶν εἰς διήγησιν.