Καὶ ἔγνω ποτὲ τοῦτο τῇ πείρᾳ ὁ Ναβουχοδονόσορ, εἰπών· Ὅτι ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
Οὐκ ἔστιν ὁ πλοῦτος, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον τοῦ διαβόλου, καθὼς νομίζουσί τινες. Τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός· διαβόλου δὲ οὐδὲν ἀπιστότερον. Καὶ φανερῶς διὰ τοῦ προφήτου λέγει ὁ Θεός· Ἐμὸν τὸ χρυσίον καὶ ἐμὸν τὸ ἀργύριον, [καὶ ᾧ τινι θέλω δίδωμι αὐτό]. Σὺ μόνον χρῆσαι καλῶς, καὶ οὐκ ἔστι μεμπτὸν τὸ ἀργύριον. Ὅταν δὲ σὺ τῷ καλῷ χρήσῃ κακῶς, τότε, μὴ θέλων μέμψασθαι τὴν σὴν διοίκησιν, ἀνάγεις τὴν μέμψιν ἐπὶ τὸν δημιουργὸν ἀσεβῶς. Δύναταί τις καὶ διὰ χρημάτων δικαιωθῆναι. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· πάντως ὅτι ἀπὸ χρημάτων. Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· πάντως ὅτι διὰ χρημάτων. Καὶ θέλεις γνῶναι, ὅτι δύναται θύρα γενέσθαι βασιλείας οὐρανῶν τὰ χρήματα; Πώλησόν σού, φησι, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.