Οὕτω καὶ περὶ τοῦ σταυροῦ. 〈φορεῖον.〉 τὸ ξύλον τοῦ σταυροῦ, τὸ βαστάζον. 〈στύλους αὐτοῦ ἐποίησεν ἀργύριον.〉 ἡ ἀρχὴ τοῦ σταυροῦ ἀργύριον ἦν, ἡ προδοσία. ὥσπερ γὰρ οἶκος περικαλλὴς ἔχει χρύσεον ὄροφον ἄνωθεν ἐπικείμενον, τὸ δὲ πᾶν τῆς κατασκευῆς στύλοι μετεωρίζουσιν, οὕτω καὶ τοῦ σταυρωθῆναι Χριστὸν καὶ ἀναστῆναι ἀργύριον ἦν ἡ ἀρχή. εἰ μὴ γὰρ Ἰούδας προέδωκεν, οὐκ ἂν ἐσταυρώθη. διὰ τοῦτο, ὡς ὀνομαστοῦ πάθους τὴν ἀρχήν, στύλους αὐτοῦ ἐποίησεν ἀργύριον. 〈Ἐπίβασις αὐτοῦ πορφύρα.〉 διὰ τοῦτο καὶ πορφύραν ἐνέδυσαν αὐτόν, παίζοντες μέν, προφητικῶς δὲ ἐργαζόμενοι· βασιλεὺς γὰρ ἦν. εἰ καὶ τὰ μάλιστα κατὰ χλεύην ἔπραττον, ἀλλ᾽ ἔπραττον τέως· τὸ δὲ σύμβολον τῆς βασιλικῆς ἀξίας ἐγένετο. καὶ εἰ ἀκάνθινος στέφανος, ἀλλὰ στέφανος, καὶ ὑπὸ στρατιωτῶν δεδεμένος. βασιλεῖς γὰρ ὑπὸ στρατιωτῶν ἀναγορεύονται. 〈ἐπίβασις αὐτοῦ πορφύρα, ἐντὸς αὐτοῦ λιθόστρωτον.〉 ἴσασιν οἱ τῆς ἐκκλησίας σπουδαῖοι λιθόστρωτον, τὸν λεγόμενον γαββαθᾶν, ἐν τοῖς Πιλάτου ὄντα.