Μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν σοί τι γένηται. ἄκουε τοῦ ῥητοῦ πᾶς ἄνθρωπος, καὶ ὁ πρὸ τούτου πορνεύων ἀποτιθέσθω τὸ πάθος, καὶ ὁ πρὸ τούτου πλεονέκτης γενοῦ ἐλεήμων. ἀκουέτω ὁ ἅρπαξ, μηκέτι ἁμάρτανε.
Πολλὴ καὶ θεοῦ ἡ ἀμνησικακία, δαψιλὴς ἡ χάρις. ἀλλὰ μὴ τὸ ὑπέρμετρον τῆς ἀνεξικακίας ἐφόδιον λάμβανε τῆς καταφρονήσεως, μηδ᾽ ὅτι θεὸς μακρόθυμος, διὰ τοῦτο ἁμάρτανε. ἀλλὰ θεραπεύθητι λοιπὸν τὰ σαρκικὰ πάθη, καὶ λέγε καὶ σὺ τὸ εὐκαίρως ἀναγνωσθέν. ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν ἐὰν δὲ λέγῃ ὁ ἀπόστολος, ὅτε ἦμεν ἐν τῇ σαρκί, οὐ ταύτην ἔλεγεν τὴν σάρκα, ἣν περιβεβλήμεθα, ἀλλὰ τὰς σαρκικὰς πράξεις. ἔτι γε σάρκα φορῶν ἔλεγεν, ὅτε ἦμεν ἐν τῇ σαρκί. ἀλλ᾽ ὅνπερ τρόπον μέλλοντος ἐπάγεσθαι κατακλυσμοῦ ὁ θεὸς ἔλεγεν, οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, τοῦ πνεύματος εἰς σαρκικὴν προαίρεσιν μεταβαλλομένου, οὕτως καὶ ἐνταῦθα ὁ ἀπόστολος λέγει, ὅτε ἦμεν ἐν τῇ σαρκί.