Εὐθύς γ᾽οὖν εἰσελθόντες, ἀπεδύεσθε τὸν χιτῶνα· καὶ τοῦτο ἦν εἰκὼν τοῦ τὸν παλαιὸν ἄνθρωπον ἀπεκδύσασθαι σὺν ταῖς πράξεσιν. Ἀποδυθέντες γυμνοὶ ἦτε, μιμούμενοι καὶ ἐν τούτῳ τὸν ἐπὶ τοῦ σταυροῦ γυμνωθέντα Χριστόν, καὶ τῇ γυμνότητι ἀπεκδυσάμενον τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ μετὰ παρρησίας ἐν τῷ ξύλῳ θριαμβεύσαντα. Ἐπειδὴ γὰρ τοῖς ἡμετέροις μέλεσιν ἐνεφώλευον αἱ ἀντικείμεναι δυνάμεις, οὐκ ἔτι φορεῖν ὑμῖν ἔξεστι τὸν παλαιὸν ἐκεῖνον χιτῶνα, οὐ τοῦτον πάντως λέγω τὸν αἰσθητόν, ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον ἐν ταῖς ἐπιθυμίαις τῆς ἀπάτης. Ὃν μὴ εἴη πάλιν ἐνδύσασθαι τῇ ἅπαξ τοῦτον ἀποδυσαμένῃ ψυχῇ, ἀλλὰ λέγειν κατὰ τὴν ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων τοῦ Χριστοῦ νύμφην· «Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν;» Ὢ θαυμασίου πράγματος· γυμνοὶ ἦτε ἐν ὄψεσι πάντων, καὶ οὐκ ᾐσχύνεσθε. Ἀληθῶς γὰρ μίμημα ἐφέρετε τοῦ πρωτοπλάστου Ἀδάμ, ὃς ἐν τῷ παραδείσῳ γυμνὸς ἦν καὶ οὐκ ᾐσχύνετο.