Ἔγραψε δὲ ὁ πατριάρχης Ἱεροσολύμων ὁ Ἰουβενάλιος τῷ πατριάρχῃ Ῥώμης Ἰουλίῳ περὶ τούτου, ὅτι Οὐ δύναμαι ἐν μιᾷ ἡμέρᾳ ἀπαντῆσαι εἰς Βηθλεὲμ, καὶ εἰς τὸν Ἰορδάνην. Καὶ γὰρ Ἰορδάνης ἀπέχει τῆς πόλεως Ἱερουσαλὴμ κατὰ ἀνατολὰς μίλια κεʹ· ἡ δὲ ἁγία Βηθλεὲμ, κατὰ νότον τῆς πόλεως, μίλια ἕξ· καὶ οὐ δύναμαι ἐν μιᾷ ἡμέρᾳ τὰς δύο ἑορτὰς ἀποτελεῖν. Παρακαλῶ οὖν τὴν σὴν ὁσιότητα, Πάτερ, ἵνα ἐρευνήσῃς τὰ ὑπομνήματα, ἢ καὶ δώσῃς ἡμῖν ἐν ἀκριβεῖ ἐρεύνῃ διὰ γραφῆς σου, τίμιε, τὴν περὶ τούτων εἴδησιν, ἐν ποίᾳ ἡμέρᾳ ἐτέχθη Χριστὸς ὁ Κύριος, καὶ ἐν ποίᾳ ἡμέρᾳ ἐβαπτίσθη. Ὡς γὰρ ἀκριβῶς ἔγνωμεν, ὅτι τὰ ἐξ ἀρχῆς ὑπομνήματα ἐξ Ἱεροσολύμων εἰς σιανοῦ.