ᾨήθη γὰρ ἴσως ὁ βάρβαρος ἔχων μετὰ τοῦ φρονήματος καὶ τὴν γλῶτταν, ὅτι καθ᾽ ἕνα τῶν ψευδωνύμων θεῶν ἐστιν ὁ γῆς τε καὶ οὐρανοῦ δεσπότης καὶ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ἔθος δὴ εἶναι τοῖς οὐκ εἰδόσι Θεὸν κατακερτομεῖν ἔσθ᾽ ὅτε τὴν τῶν ἁγίων ἐλπίδα· καὶ ὅτι οὐκ ἂν ῥυσθεῖεν παρὰ Θεοῦ λέγειν ἀποτολμᾷν. —Οὐκ ἠγνόησε δὲ, ὅτι τοὺς μὲν ψευδωνύμους θεοὺς αἱ ἀνθρώπων εἰργάσαντο χεῖρες· ὁ δὲ φύσει τε καὶ ἀληθῶς, ὑπ᾽ οὐδενὸς πεποίηται, παρήγαγε δὲ μᾶλλον αὐτὸς εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ.—Ἥλω οὖν Σαμάρεια, Θεοῦ συστέλλοντος τὴν ἐπικουρίαν. Καὶ, ὡς ἔφην φθάσας, κἂν μηδεὶς τῶν παρ᾽ Ἕλλησι λεγομένων θεῶν σέσωκε τὴν ἑαυτοῦ, τοῦτο πρὸς Θεὸν οὐδὲν, τὸν ἀληθῶς καὶ φύσει ὅντα καὶ μέγαν. Οἱ μὲν γὰρ ἐκ τέχνης ἀνθρωπίνης διέλαχον τὸ κἂν γοῦν ὁρᾶσθαι μόνον ὁ δὲ κατεξουσιάζει τῶν ὅλων, τῶν δυνάμεων ὑπάρχων Κύριος. <Διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ.> Κυρίλλου. Ὁρᾷς ὅπως, ἀμελήσας τῶν καθ᾽ ἑαυτὸν, λυπεῖται διὰ Θεὸν, καὶ ζητεῖ τὴν ἐκδίκησιν; «Διέῤῥηξε, φησὶ, τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Κυρίου» Καὶ ποία τις ἦν ἡ πρόφασις τοῦ περιῤῥήγνυσθαι τὰ ἄμφια;