εἰ γὰρ γέγονεν ὁ Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἕψεταί που πάντως ἀπαρχῇ ἰδίᾳ τὸ λεῖπον αὐτῇ, καὶ τῷ πρωτοτόκῳ συμπαρομαρτήσειεν ἂν, καὶ μάλα εἰκότως, οἷόν περ ἂν νοοῖτο πρωτότοκος. καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος “Εἰ γὰρ ”σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, “ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.” οὐκοῦν εἰ συναινοῦσί τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς, οὐ προσίενται δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ μυστήριον, ἠγνοήκασι παντελῶς τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸν σκοπόν· γέγονε γὰρ ἄνθρωπος οὐ δι᾽ ἑαυτὸν ὁ Θεὸς Λόγος, “ἀντὶ δὲ τῆς προκειμένης ”αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας·” διὰ ποῖαν αἰτίαν, διδάξει λέγων αὐτὸς ὁ σοφώτατος Παῦλος “Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, ”καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ “θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ”τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ “θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.” οὐκοῦν εἰ μὴ καταργηθῇ θάνατος, εἰκαῖον αὐτῷ τὸ σκέμμα, ἀνόνητον δὲ καὶ ἡμῖν αὐτοῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· διημαρτήκαμεν δὲ καὶ τῆς εἰς ζωὴν ἐλπίδος· κεκλήμεθα δὲ πῶς εἰς υἱοθεσίαν καί ἐσμεν τέκνα Θεοῦ, καθά φησιν Ἰωάννης ὁ σοφός;