Τάχα δὲ καὶ δοξάζει τὸν Θεὸν, ὅτι μὴ δυνηθεῖσα φυλάξαι τὸν ἴδιον ἀμπελῶνα, τῷ μήτε γεωργῆσαι μήτε φυλάξαι ἐπὶ τοσοῦτον προέκοψεν, ὡς πολλοὺς ἀμπελῶνας δυνηθῆναι φυλάξαι. —Ἤγουν υἱοὺς μητρὸς αὐτῆς λέγει τῆς Συναγωγῆς, τοὺς Γραμματεῖς καὶ Φαρισαίους οἵτινες ἐπολέμουν τοῖς πιστεύουσιν εἰς Χριστὸν, τηρεῖν ἐντελλόμενοι τὴν κατὰ τὸν νόμον λατρείαν· αὕτη γὰρ ἀμπελών. Ἀλλ᾽ ἐγὼ ταύτην, φησὶν, οὐκ ἐφύλαξα· ἅτινα γὰρ ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν, ὥς φησιν ὁ μακάριος Παῦλος. <Ὡς περιβαλλομένη ἐπ᾽ ἀγέλαις ἑταίρων σου.> Ἑταίρους αὐτοῦ τοὺς ἀποστόλους καλεῖ. Ἔφη γάρ· «Οὐκ ἔτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους· φίλοι γάρ ἐστε.» Περιβαλλομένη δὲ λέγει Καλυπτομένη· λέγοντος Παύλου, ὅτι «Ἄχρι τῆς σήμερον ἡμέρας, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Φωνὴ οὖν, ἡ μετανοοῦσα Συναγωγὴ πρὸς Χριστόν· Δήλωσόν μοι σαυτὸν, ὅπως μὴ [cod.