Mt 14, 23
Εὔχεται δὲ οὐχ ὡς δεόμενος, ἀλλ᾽ ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος. καὶ μετ᾽ ὀλίγον· ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι οὐ δεῖ ἁψικόρως ἔχειν περὶ τούτου, ἀλλ᾽ ὑπομονὴν καὶ προθυμίαν. διδάσκει δὲ καὶ τοῦτο, ὥστε ἐν ᾧ χρεία, ὀφείλομεν τὰ κοινωφελῆ λαλεῖν τοῖς ἐντυγχάνουσιν καὶ μετὰ τὴν τοιαύτην διάλεξιν καὶ διδασκαλίαν ἐπὶ τὴν προσευχὴν χωρεῖν. 〈Προσεύχεται〉 οὐχ ὡς δεόμενός τινος ὁ θεός, ἀλλ᾽ ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος, καίτοι καθ᾽ ὃ νοεῖται καί ἐστι θεὸς φύσει αὐτὸς χορηγῶν τοῖς ἁγίοις τὰ αἰτήματα. εὔχεται δὲ ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι οὐ χρὴ ἁψικόρως ἔχειν περὶ αὐτοῦ, ἀλλ᾽ ὑπομονὴν καὶ μακροθυμίαν ἐνδείκνυσθαι. ὁ μὲν οὖν 〈ἀνέβαινεν〉 ἐκεῖσε καὶ 〈προσηύχετο〉.