ΕΠΙΛΥΣΙΣ.
Ἐξετάσαι χρὴ πῶς εἰς ἡμᾶς ὁ προπάτωρ Ἀδὰμ παρέπεμψε τὴν ἐπενεχθεῖσαν αὐτῷ διὰ τὴν παράβασιν δίκην. ἤκουσεν “Ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,” καὶ φθαρτὸς ἐξ ἀφθάρτου γέγονε, καὶ ὑπηνέχθη τοῖς τοῦ θανάτου δεσμοῖς. ἐπειδὴ δὲ εἰς τοῦτο πεσὼν ἐπαιδοποίησεν, οἱ ἐξ αὐτοῦ γεγονότες ὡς ἀπὸ φθαρτοῦ φθαρτοὶ γεγόναμεν. οὕτω καί ἐσμεν τῆς ἐν Ἀδὰμ κατάρας κληρονόμοι. οὐ γὰρ πάντως ὡς σὺν ἐκείνῳ παρακούσαντες τῆς θείας ἐντολῆς ἧς ἐδέξατο τετιμωρήμεθα, ἀλλ᾽ ὅτι, ὡς ἔφην, θνητὸς γεγονὼς, εἰς τὸ ἐξ αὐτοῦ σπέρμα παρέπεμψε τὴν ἀράν· θνητοὶ γὰρ γεγόναμεν ἐκ θνητοῦ· ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς χρηματίσας δεύτερος Ἀδὰμ, καὶ ἀρχὴ τοῦ γένους ἡμῶν δευτέρα μετὰ τὴν πρώτην, ἀνεμόρφωσεν ἡμᾶς εἰς ἀφθαρσίαν, προσβαλὼν τῷ θανάτῳ, τῇ ἰδίᾳ σαρκὶ καταργήσας αὐτὸν, καὶ λέλυται τῆς ἀρχαίας ἀρᾶς ἡ δύναμις ἐν αὐτῷ. διὰ τοῦτό φησιν ὁ πάνσοφος Παῦλος, ὅτι ὥσπερ “δι᾽ ἀνθρώπου ὁ ”θάνατος, οὕτω καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν,” καὶ πάλιν “Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω ”καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.” οὐκοῦν ἡ καθόλου καὶ γενικωτάτη δίκη διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως ἡ φθορὰ καὶ ὁ θάνατός ἐστιν· ὁμοίως ἡ κατὰ πάντων καὶ γενικωτάτη λύτρωσις ἐν Χριστῷ τετέλεσται. ἀπεδύσατο γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ τὸν ἐπιῤῥιφέντα αὐτῇ θάνατον, διὰ τοῦ γενέσθαι φθαρτὸν τὸν πρῶτον ἄνθρωπον.