ΕΠΙΛΥΣΙΣ.
Ἐπειδὴ δέ φασι καὶ ἑτέρους ζητεῖν, πῶς δὴ κατ᾽ εἰκόνα Θεοῦ προσήκει νοεῖσθαι τὸν ἄνθρωπον, εἶτά τινες ἀσυνέτως κομιδῆ τὴν τοῦ σώματος εἰκόνα, καὶ τὸ ὁρώμενον εἶδος αὐτό φασιν καὶ οὐχ ἕτερον εἶναι τὴν πρὸς Θεὸν ὁμοίωσιν· δεῖν ᾠήθην εἰπεῖν, ὅτι πεπλάνηνται, καὶ τῆς ἀληθείας ἀφιλοθεάμονα τὴν διάνοιαν ἔχουσι. τοῦ γὰρ Σωτῆρος ἐναργῶς λέγοντος “Πνεῦμα ὁ Θεὸς,” αὐτοὶ σωματοειδῆ εἶναί φασιν τὴν θείαν φύσιν, καὶ ἐν χαρακτῆρι τοιούτῳ ἐν ᾧ καὶ ἡμεῖς ἐσμέν. ἆρ᾽ οὖν σῶμα καὶ αὐτὸς, καὶ οὐκ ἔτι πνεῦμα νοεῖται; ἀκολουθεῖ γὰρ πάντως τὰ εἴδη τοῖς σώμασιν. ἐπειδὴ δὲ πνεῦμά ἐστιν ὁ Θεὸς, ἀνείδεός που πάντως ἐστὶ, καὶ τύπου καὶ σχήματος καὶ περιγραφῆς ἐπέκεινα ἁπάσης. μεμορφώμεθα δὲ πρὸς αὐτὸν κατὰ πρῶτον μὲν καὶ κυριώτατον τρόπον, ὅσον ἂν νοοῖτο, κατ᾽ ἀρετὴν καὶ ἁγιασμόν. ἅγιον γὰρ τὸ θεῖον, καὶ ἀρετῆς ἁπάσης πηγὴ καὶ ἀρχὴ καὶ γένεσις. ὅτι δὲ πρέποι ἂν οὕτω νοεῖσθαι μᾶλλον τὸ κατ᾽ εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον, διδάξει καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐν Γαλατίᾳ λέγων “Τεκνία οὓς πάλιν ὠδίνω, ἄχρις οὗ ”μορφωθῇ Χριστὸς ἐν ὑμῖν.” μορφοῦται μὲν γὰρ ἐν ἡμῖν δι᾽ ἁγιασμοῦ τοῦ διὰ Πνεύματος, διὰ κλήσεως τῆς ἐν πίστει τῇ εἰς αὐτόν· ἐν δέ γε τοῖς παραβαίνουσι τὴν πίστιν, οὐκ ἐκλάμπουσιν οἱ χαρακτῆρες ὑγιῶς.