ΕΠΙΛΥΣΙΣ.
Ἐπειδὴ δέ φασί τινας λέγειν Πῶς ἀσώματοι ὄντες οἱ πονηροὶ δαίμονες κεκοινωνήκασι γυναιξὶν, αἱ δὲ ἐγέννων αὐτοῖς τοὺς γίγαντας· ἀναγκαῖον καὶ πρὸς τοῦτο ἡμᾶς ἐπιτροχάδην εἰπεῖν, οὐ τῷ μήκει τῶν διηγημάτων συνεκτεινομένους, ἀλλ᾽ ὡς ἐν ἐπιτομῇ τὴν τοῦ πράγματος διάνοιαν ἐμφανίζοντας. φασὶ τοίνυν κατὰ τοὺς ἄνωθεν ἔτι καιροὺς ἤτοι χρόνους διῃρῆσθαι, τούς τε ἀπὸ τοῦ Καῒν γεγονότας φημὶ καὶ τοὺς ἀπὸ τοῦ Ἑνὼς, ὃς διὰ τὴν πολλὴν ἄγαν δικαιοσύνην ὠνόμασται παρὰ τοῖς τὸ τηνικάδε Θεός· “ἤλπισε γὰρ ἐπικαλεῖσθαι, ”φησὶ, τὸ ὄνομα κυρίου τοῦ Θεοῦ αὐτοῦ.” ἀλλ᾽ οἱ μὲν ἀπὸ Ἑνὼς γεγονότες, ἐπιμεληταὶ δικαιοσύνης καὶ ἁπάσης ἀγαθουργίας, ἔθεσιν ἑπόμενοι τοῖς τοῦ πατρός· οἱ γεμὴν ὑπὸ τοῦ Καῒν θρασεῖς καὶ ἐπάρατοι καὶ πᾶν εἶδος φαυλότητος ἑτοίμως ἐπιτηδεύοντες, ἦν γὰρ αὐτοῖς τοιοῦτος καὶ ὁ πατήρ. ἕως μὲν οὖν ἦσαν ἀλλήλοις ἄμικτα τὰ γένη, διεσώζετο παρὰ τοῖς ἀπὸ Ἑνὼς γεγονόσι τὸ ἐν ἀρίστῃ διαπρέπειν ζωῇ. ἐπειδὴ δὲ οἱ υἱοὶ, φησὶν, τοῦ ἐπικληθέντος θεοῦ, τουτέστι, τοῦ Ἑνὼς, τὰς ἐκ τοῦ Καῒν θυγατέρας τεθέανται, ἃς καὶ τῶν ἀνθρώπων θυγατέρας εἶπεν ἡ γραφή· εἶτα προσεφθάρησαν αὐταῖς, καὶ ἥττους γεγόνασιν αἰσχρῶν ἐπιθυμιῶν, εἰς τὰ ἐκείνων ἤθη μετετράπησαν.