εἰ μὲν γάρ ἐστιν ἀνωφελὲς καὶ εἰκαῖον ὄντως, ἢ καὶ ἀκαλλὲς ἑτέρως τὸ προσφορᾶς αὐτοὺς ἀξιοῦσθαι τῆς παρ᾽ ἡμῶν, μηδὲ ἐν ἁπλαῖς τοῦτο γινέσθω προσευχαῖς· τότε δὴ τότε καθαριζέτω τις, εἰ βούλοιτο, τῆς ἐπ᾽ αὐτοῖς τελουμένης θυσίας τὸ περιττόν· εἰ δὲ τὸν τῆς ἀγάπης καταθρασύνεται νόμον τὸ δι᾽ οὐδενὸς τοὺς ἐκείνων λόγους, καὶ τό γε ποιεῖσθαι εἰς ἅπαν ἐᾶν καταπνίγεσθαι, λίθους σκληροὺς καὶ ἀφιλοικτίρμονας, ἀναμφιλόγως ἀποδεικνύουσιν τί τὸ κωλύον ἐστὶ ταῖς ὑπὲρ αὐτῶν προσευχαῖς συνανακομίζεσθαι τὴν θυσίαν, καὶ τοὺς τοῦτο δρᾶν ᾑρημένους ταῖς προσφερομέναις ἐπικουρίαις τὰς ἐκείνων ψυχὰς ὠφελεῖν ἐπείγεσθαι· Καὶ πάλιν· Ὅταν τοίνυν προσφέρομεν τῷ Θεῷ τὰς ὑπὲρ τῶν κατοιχομένων θυσίας καὶ προσευχὰς, αἰτιάσθω μηδείς· εἰς τρόπον εὐχῆς τὸ πανάριστον ἐπ᾽ αὐτοῖς ποιεῖσθαι σπουδάζομεν, δι᾽ οὗ γένοιτ᾽ ἂν ἑτοιμότερος εἰς τὸ ἐλεεῖν ὁ Πατὴρ, καταργεῖται δὲ καὶ αὐτὸς ὁ θάνατος. Καὶ πάλιν· Ὅταν γὰρ κἂν εἰ τῶν ἀπὸ γῆς σωμάτων ἔξω γεγόνασιν αἱ τῶν τεθνεώτων ψυχαὶ, ἀλλ᾽ ἐν ζῶσιν ἔτι λογίζονται παρὰ τῷ Θεῷ, τίς ὁ φάναι παραιτούμενος Καὶ μετ᾽ ὀλίγα. Ἐννοιῶν ἄρα σοφῶν τε καὶ ἀγαθῶν οὐ μετρίως ἡμαρτηκότας κατίδοι τις ἂν τοὺς ἀποστερεῖν ἐθέλοντας τοὺς κεκοιμημένους καὶ θυσίας τῆς μυστικῆς καὶ τῆς ἄνωθεν ἡμερότητος. ζῶσι γὰρ ὡς ἔφην, τό γε ἐν εἰκόνι Θεοῦ οἱ ὅσον οὐδέπω ζήσειν μέλλοντες, καὶ αὐτῷ δὲ συνόντες Χριστῷ.