ἡρπάσαμεν τοίνυν τὴν ἄφιξιν οὐ μετρίως χαίροντες ὅπως καὶ δι᾽ ἡμῶν τῶν ἐλαχίστων, ἣν μὲν πρὸς ἀλλήλους συγκροτοῦσι καταθῶνται μάχην, διὰ δὲ τῆς ὑγιαινούσης σου διδασκαλίας ἡ τοῦ Χριστοῦ εἰρήνη αὐτοῖς τε καὶ ἡμῖν ὡς τάχιστα βραβευθείη· εἴτ᾽ ἀπιόντων ἡμῶν διὰ φίλην ἡσυχίαν, εἴτε μενόντων διὰ τὴν ἀγάπην καὶ συγκρότησιν καὶ τὴν ἐκ τούτων προκοπὴν καὶ τὰ γραφησόμενα πεμπόντων εὐκαιρότερον. ἀλλ᾽ αὐτὸς, πάτερ ἁγιώτατε, γνησίως ἡμᾶς ὁρᾶν μὴ παραιτοῦ, πατρὸς σπλάγχνα καὶ εἰς ἡμᾶς διασώζων. οὔτε γὰρ ὡς οἶμαι καὶ ἀπολογίας δεήσομεν, παῤῥησίας μετέχοντες μετὰ αἰδοῦς διὰ Θεοῦ χάριν καὶ τὴν σὴν χρηστότητα, ἣν καὶ πλατυνθῆναι ἡμῖν αὐτοῖς ἰσοῤῥόπως τῆς ἡμετέρας γνησιότητος ἀπαιτοῦμεν, καὶ τοῦτο μετὰ σωφροσύνης. οὕτω γὰρ γ᾽ ἂν γένοιτο καὶ ἡμᾶς τῶν ἀμοιβαίων τέως τυγχάνειν καὶ τὴν σὴν ὁσιότητα καὶ εἰς ἡμᾶς τὰ εἰκότα πράττουσαν εὐγνωμονεῖν, ἣν πλέον ὁ τῶν ὅλων Σωτὴρ ἀποδέξηται καὶ εἰς ἡμᾶς τοὺς ἐλαχίστους κατὰ τὴν αὐτοῦ μίμησιν καταγομένην οὐ βίας ἀνάγκῃ, ἀλλ᾽ ἀγάπης γνησιότητι καὶ τοῦτο δῶρον αὐτῷ προσφέρουσαν. ἔστι δὲ τὰ ζητούμενα τὰ ὑποτεταγμένα. [Τὰ μὲν κεφάλαια ἐνέκειντο τῇ ἀξιώσει, ἀλλ᾽ ἵνα μὴ δὶς ταῦτα ἐγγράψωμεν, συνεξεύξαμεν ἕκαστον κεφάλαιον ἐν τῇ ἑρμηνείᾳ.]