Βʹ. ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΩ ΜΟΝΑΣΤΗΡΙΩ ΕΠΙΣΤΑΤΑΣ ΚΑΙ ΜΑΘΗΤΑΣ. ΠΩΣ ΔΕΙ ΕΠΙΣΤΑΤΕΙΝ ΑΔΕΛΦΩΝ ΚΑΙ ΠΩΣ ΤΟΙΣ ΕΠΙΣΤΑΤΟΥΣΙΝ ΥΠΟΤΑΣΣΕΣΘΑΙ
Ἐὰν εἶ ἀδελφῶν ἐπιστάτης, φρόντισον αὐτῶν ἐν στρυφνότητι καρδίας καὶ σπλάχνοις οἰκτιρμῶν, παιδεύων αὐτοὺς ἔργῳ καὶ λόγῳ τὰ πρακτέα, τὰ πλείω δὲ τῷ ἔργῳ, ἐπειδὴ τὰ ὑποδείγματα μᾶλλον ἐνεργέστερά εἰσιν, εἰ μὲν δύνασαι καὶ ἐν τοῖς σωματικοῖς τυπῶν αὐτούς, εἰ δὲ ἀσθενὴς εἶ, τῇ τῆς ψυχῆς καλῇ καταστάσει καὶ τοῖς παρὰ τῷ Ἀποστόλῳ ἠριθμημένοις καρποῖς τοῦ Πνεύματος, ἀγάπῃ, χαρᾷ, εἰρήνῃ, μακροθυμίᾳ, χρηστότητι, ἀγαθωσύνῃ, πίστει, πραότητι καὶ τῇ κατὰ πάντων τῶν παθῶν ἐγκρατείᾳ. Ἐπὶ δὲ τοῖς συμβαίνουσι σφάλμασι, μὴ σφόδρα ἀγανάκτει, ἀλλὰ ἀταράχως δείκνυε τὴν βλάβην τὴν ἀπὸ τοῦ σφάλματος, κἂν ἐπιτιμῆσαι δέοι πρόσωπον τηρῶν καὶ καιρὸν ἐπιτήδειον.