Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Δύο ἔσονται ἐν τῷ ἀγρῷ
Ερμηνεία των ευαγγελικών εικόνων του δώματος, του αγρού και του μύλου
Εξήγηση των ευαγγελικών χωρίων ως συμβόλων των αρχόντων, των απλών ανθρώπων και των γυναικών ή των υποδούλων.
منصة لقراءة النصوص الآبائية والكتابية والبحث فيها واستكشافها
اختر مؤلفًا أو مؤلَّفًا أو سفرًا من الكتاب المقدس، وادرس المصدر اليوناني الأصلي مع الترجمة والملاحظات والإشارات المرجعية.
استخدام القارئ
بحث سريع ابحث مباشرة عن مؤلف أو مؤلَّف أو سفر من الكتاب المقدس.
اختيار مفصّل اختر مصدرًا، ثم مؤلفًا أو مؤلَّفًا أو فصلًا أو مقطعًا كتابيًا.
أدوات الدراسة أثناء القراءة، يمكنك استخدام الترجمات والإشارات المرجعية والملاحظات وإعدادات المظهر الشخصية.
Ἔργον
Ερμηνεία των ευαγγελικών εικόνων του δώματος, του αγρού και του μύλου
Εξήγηση των ευαγγελικών χωρίων ως συμβόλων των αρχόντων, των απλών ανθρώπων και των γυναικών ή των υποδούλων.
Τῷ δύο ἔσονται ἐν ἀγρῷ Ἤκουσας ὅτι δύο ἔσονται ἐν τῷ ἀγρῷ, ὁ εἷς παραλαμβάνεται καὶ ὁ ἕτερος ἀφίεται· δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι, ἡ μία παραλαμβάνεται καὶ μία ἀφίεται· καὶ δύο ἐπὶ τοῦ δώματος, καὶ τὰ ἑξῆς. Καὶ οἱ μὲν ἐπὶ τοῦ δώματός εἰσιν οἱ ἐν ὕψει ὄντες κριταὶ καὶ ἡγούμενοι καὶ βασιλεῖς καὶ δυνάσται. Ἔστι γὰρ κριτὴς δίκαιος καὶ ἔστιν ἄδικος. Ὁ μὲν δίκαιος παραλαμβάνεται ἀπὸ τοῦ πυρός, ὁ δὲ ἄδικος ἀφίεται. Οἱ δὲ ἐν τῷ ἀγρῷ, τῷ κόσμῳ τούτῳ δηλαδή, εἰσὶν οἱ ἄγροικοι καὶ ἰδιῶται καὶ ἐλάχιστοι γένει καὶ πλούτῳ. Ἔνδοξοι καὶ ἄδοξοι. Οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι. Καὶ οἱ μὲν δίκαιοι παραλαμβάνονται, οἱ δὲ ἄδικοι ἀφίενται ἐν τῷ πυρί. Αἱ δὲ ἀλήθουσαι εἰσὶ τὸ πλῆθος τῶν γυναικῶν, ἐν μέρει δὲ καὶ αἱ ψυχαὶ αἱ δουλικὸν λαβοῦσαι ζυγὸν καὶ ἐν ἀσθενείᾳ τὴν ζωὴν τελέσασαι.
المؤلَّف
النص
يفتح المقطع ذا الصلة في نافذة جديدة.