Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εὐχή
Επίκληση του θείου ελέους και κατακλείδα
Ικεσία για συγχώρεση με αναφορά σε βιβλικά πρότυπα μετανοίας και τελική δοξολογία.
منصة لقراءة النصوص الآبائية والكتابية والبحث فيها واستكشافها
اختر مؤلفًا أو مؤلَّفًا أو سفرًا من الكتاب المقدس، وادرس المصدر اليوناني الأصلي مع الترجمة والملاحظات والإشارات المرجعية.
استخدام القارئ
بحث سريع ابحث مباشرة عن مؤلف أو مؤلَّف أو سفر من الكتاب المقدس.
اختيار مفصّل اختر مصدرًا، ثم مؤلفًا أو مؤلَّفًا أو فصلًا أو مقطعًا كتابيًا.
أدوات الدراسة أثناء القراءة، يمكنك استخدام الترجمات والإشارات المرجعية والملاحظات وإعدادات المظهر الشخصية.
Ἔργον
Επίκληση του θείου ελέους και κατακλείδα
Ικεσία για συγχώρεση με αναφορά σε βιβλικά πρότυπα μετανοίας και τελική δοξολογία.
Δέομαι, Κύριε, δέομαι, μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου, μηδὲ ἀποστῇς ἀπ᾽ ἐμοῦ, ἵνα μὴ ἀπόλωμαι. Εἰ μὴ γὰρ ἡ χάρις σου ἐσκέπασέ με, ἤδη ἐγὼ ἀπωλόμην καὶ ἤμην νῦν ὡς χοῦς κατὰ πρόσωπον ἀνέμου· καὶ ἐγενόμην ἂν ὡς μὴ φανεὶς ἐν τῷ βίῳ τούτῳ. Ἀφ᾽ οὗ γὰρ κατέλιπόν σου τὴν ὁδόν, οὐ συνήντησέ μοι ἡμέρα ἀγαθή. Καὶ γὰρ ἐν ἁμαρτίαις δοκοῦσα ἀγαθὴ ἡμέρα εἶναι, τῶν πικροτάτων πικροτάτη τυγχάνει. Καὶ ἀπὸ τοῦ νῦν ἐλπίζω τῇ χάριτί σου, ὅτι ἐνδυναμώσεις φροντίσαι τῆς ἐμαυτοῦ σωτηρίας. Καὶ νῦν προσπίπτω δεόμενος, ἀντιλαβοῦ μου τοῦ πλανηθέντος ἀπὸ ὁδοῦ δικαιοσύνης· ἔκχεε ἐπ᾽ ἐμὲ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὡς ἐν τῷ ἀσώτῳ υἱῷ, ὅτι κατῄσχυνά μου τὸν βίον σκορπίσας τὸν πλοῦτον τῆς χάριτός σου. Ἐλέησόν με, ὁ Θεός, καὶ ἀμνησικάκησον ἐπὶ τῷ πεφαυλισμένῳ μου βίῳ. Ὡς τὴν πόρνην καὶ τὸν τελώνην καὶ τὸν λῃστὴν οἰκτίρησόν με. Οὗτοι γὰρ ἐπὶ γῆς ὄντες ἀπεγνώσθησαν ὑπὸ πάντων· σὺ δέ, Κύριε, προσελάβου αὐτοὺς καὶ παραδείσου τρυφῆς οἰκήτορας πεποίηκας. Δέξαι οὖν καὶ ἐμοῦ τοῦ ἀχρείου δούλου σου τὴν μετάνοιαν, ὅτι κἀγὼ ἀπεγνώσθην ὑπὸ πάντων. Ἦλθες γάρ, Κύριε, οὐ δικαίους καλέσαι, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ὅτι σοὶ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
المؤلَّف
النص
يفتح المقطع ذا الصلة في نافذة جديدة.